Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καί τις ἀπὸ στομάτων δολιχόσκιον ἔγχος ἰάλλων
- ἰὸν ἀκοντιστῆρα κατέπτυε Δηριαδῆος,
- καὶ φονίῃ ῥαθάμιγγι χάλυψ ἐδιαίνετο θώρηξ.
- καὶ νέκυς ἐν χθονὶ κεῖτο τυπεὶς ζώοντι βελέμνῳ,
- ἄπνοος ἀμφιέπων βέλος ἔμπνοον. ὀρθοπόδων δὲ
- εἰς λοφιὴν ἐπίκυρτον ἀναΐξας ἐλεφάντων
- πόρδαλις ᾐώρητο μετάρσιος ἅλματι ταρσῶν·
- πυκνὰ δὲ θηρείοιο κατεστήρικτο καρήνου,
- καὶ δρόμον ᾐώρησε τανυκνήμων ἐλεφάντων.
- καὶ πολύς ἑσμὸς ἔπιπτε, βαρυσμαράγων ἀπὸ λαιμῶν
- φρικτὸν ἐρημονόμων ἀίων βρύχημα λεόντων·
- καί τις ἐνικήθη τρομέων μυκήματα ταύρου,
- καὶ βοὸς εἰσορόων βλοσυρῆς γλωχῖνα κεραίης
- λοξὸν ἀκοντίζουσαν ἐς ἠέρα· φοιταλέος δὲ
- εἰς φόβον ἄλλος ὄρουσεν ὑποφρίσσων γένυν ἄρκτου·
- θηρείαις δʼ ἰαχῇσιν ὁμόκτυπος ἄλλος ἐπʼ ἄλλῳ
- Πανὸς ἀνικήτοιο κύων συνυλάκτεε λαιμῷ,
- καὶ μόθον ὑλακόμωρον ἐδείδισαν αἴθοπες Ἰνδοί.
- ξυνὴ δʼ ἀμφοτέροισιν ὁμόζυγος ἦεν Ἐνυώ·
- γαῖα δέ διψώουσα φόνου κυγαίνετο λύθρῳ