Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἰνδοῖς Γηγενέεσσιν ἀνικήτοισιν ἐρίζειν.
  2. ἔννεπε, καὶ προμάχους μετανεύμενος ἄλλον ἐπʼ ἄλλῳ
  3. ἡνιόχους οἴστρησεν ἀμετροβίων ἐλεφάντων,
  4. καί πρυλέων πομπῆας ἐπεστήριξεν ὁμίλῳ
  5. μαρναμένους πυργηδόν. ὁμοζήλῳ δὲ κυδοιμῷ
  6. θυρσομανὴς Διόνυσος ἐρημονόμων στίχα θηρῶν
  7. εἰς ἐνοπήν βάκχευεν· ὀριτρεφέες δὲ μαχηταὶ
  8. δαιμονίῃ βρυχηδὸν ἐβακχεύθησαν ἱμάσθλῃ,
  9. καὶ πολὺς ἐκ στομάτων ἐκορύσσετο μαινόμενος θήρ·
  10. ὠμοβόρων δὲ δράκοντες ἀποπτύοντες ὀδόντων
  11. τηλεβόλους πόμπευον ἐς ἠέρα πίδακας ἰοῦ
  12. χάσματι συρίζοντι μεμυκότος ἀνθερεῶνος,
  13. λοξὰ παρασκαίροντες· ἐς ἀντιβίους δὲ θορόντες
  14. αὐτόματον σκοπὸν εἶχον ἐχιδνήεντες ὀιστοί·
  15. καὶ σκολιαῖς ἑλίκεσσιν ἐμιτρώθη δέμας Ἰνδῶν
  16. εἱλομένων, βροτέους δὲ πόδας σφηκώσατο σειρὴ
  17. εἰς δρόμον ἀίσσοντας. Ἀρειμανέες δὲ γυναῖκες
  18. δῆριν ἐμιμήσαντο δρακοντοβόλου Φιδαλείης,
  19. ἥ ποτε κέντρον ἔχουσα γυναικείοιο κυδοιμοῦ
  20. δυσμενέας νίκησεν ἐχιδνήεσσι κορύμβοις---