Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ψευσαμένη· γελάσας δὲ δυσίμερος ἔννεπε Μορρεύς·
- οὐ νέμεσις, Μορρῆα τὸν εὐπήληκα μαχητὴν
- χάλκεον ἔγχος ἔχειν ἐνὶ παστάδι Χαλκομεδείης,
- ὄφρα περιπτύξω σε, φερώνυμε, χαλκὸν ἀείρων·
- ἔμπης φοίνιον ἔγχος ἀναίνομαι, οὐδὲ βοείης
- ἅπτομαι· ὡς ἐθέλεις δέ, λελουμένος εἰς σὲ χορεύω
- χερσὶν ἀναιμάκτοισι, καὶ ἔσσομαι ἄλλος[*](So MSS.: Ludwich οὖλος.) ἀκοίτης,
- γυμνὸς Ἄρης μετὰ δῆριν ἔχων γυμνὴν Ἀφροδίτην.
- καύρην Δηριαδῆος ἀναίνομαι· αὐτὸς ἐλάσσω
- ἐκ μεγάρων ἀέκουσαν ἐμὴν ζηλήμονα νύμφην·
- οὐκέτι Βασσαρίδεσσι κορύσσομαι, εἴ με κελεύεις,
- ἀλλὰ φίλοις ναέτῃσι μαχέσσομαι· Ἰνδὸν ὀλέσσω
- οἴνοπα θύρσον ἔχων, οὐ χάλκεον ἔγχος ἀείρων·
- ῥίψω δ̓ἔντεα πάντα καὶ ἄνθεα λεπτὰ τινάξω,
- ὑμετέρῳ βασιλῆι συναιχμάζων Δινύσῳ.
- ὣς εἰπὼν παλάμης μελίην ἀπεσείσατο Μορρεύς,
- καὶ λίφον ἰδρώοντος ἀπεσφήκωσε καρήνου,
- μυδαλέης δʼ ἔρρεψεν ἑῆς τελαμῶνα βοείης
- εὐκαμάτῳ ῥαθάμιγγι λελουμένον ὴθάδος ὤμου·
- λύσατο καὶ χάλκειον ἀπὸ στέρνοιο χιτῶνα,