Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀλλὰ ῥόῳ φαίδρυνε τεὸν δέμας, ὄφρα φανείης
  2. ὡς Φαέθων προχοῇσι λελουμένος Ὠκεανοῖο·
  3. ῥῖψον Ἐνυαλίην σέθεν ἀσπίδα, ῥῖψον ἀκωκήν,
  4. μή ποτέ με πλήξειε τεὴ θανατηφόρος αἰχμή·
  5. κάτθεό μοι δασπλῆτα τεῶν πήληκα κομάων,
  6. ὅττι λόφος κλονέει με τινασσομένης τρυφαλείης·
  7. μὴ νόθον εἶδος ἴδοιμι σιδηρείοιο προσώπου·
  8. τίς πόθος εὐφραίνει με καλυπτομένης σέο μορφῆς;
  9. ούκέτι Μαιονίης ἐπιβήσομαι· οὐδʼ ἐνὶ παστῷ
  10. δέξομαι, ἢν ἐθέλῃς, μετὰ Μορρέα Βάκχον ἀκοίτην·
  11. ἔσσομαι Ἰνδῴη καὶ ἐγώ, φίλος· ἀντὶ δὲ Λυδῆς
  12. κυδαίνω θυέεσσιν Ἐρυθραίην Ἀφροδίτην
  13. κρυπταδίη Μορρῆος ὁμευνέτις· ἐν δὲ κυδοιμοῖς
  14. Ἰνδὸς ἀνὴρ ἐχέτω με συναιχμάζων Ἀφροδίτῃ·
  15. εἰς δὲ γὰρ ἶσα βέλεμνα καὶ εἰς ἐμὲ διπλόα πέμπων
  16. ἵμερος ἀμφοτέροισι μίαν ξύνωσεν ἀνίην,
  17. εἰς κραδίην Μορρῆι καὶ εἰς φρένα Χαλκομεδείῃ.
  18. κάμνον ἐγὼ κρύπτουσα τεὸν πόθον· οὐ γὰρ ἀκοίτην
  19. παρθένος αἰδομένη προκαλίζεται εἰς Ἀφροδίτην.
  20. ὣς φαμένη παρέπεισε γυνὴ δυσέρωτα μαχητὴν