Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- λείψανα θερμὰ φέρουσι μαραινομένων ὑμεναίων.
- εἶπεν ἄναξ ἀθέμιστος, Ἐνυαλίοιο δὲ γαμβροῦ
- ἀμφιπόλων στίχα πᾶσαν ἐδέξατο δῶρα κυδοιμοῦ
- Δηριάδης, Φλογίῳ δὲ καὶ Ἀγραίῳ πόρε Βάκχας
- ἑλκομένας πλοκαμῖδος· ὁμοπλέκτῳ δʼ ἐνὶ δεσμῷ
- ἀρραγέες παλάμῃσιν ἐμιτρώθησαν ἱμάντες.
- τὰς μὲν ἄγων Φλόγιος βασιληίδος ἄγγελα νίκης
- σφιγγομένας πόμπευε διʼ ἄστεος. ὑψιτενεῖς δὲ
- αἱ μὲν ἐυγλυφάνοιο παρὰ προπύλαια μελάθρου
- ἀλχονίῳ θλίβοντο περίπλοκον αὐχένα δεσμῷ·
- ἄλλαις θερμὸν ὄπασσε μόρον πυρόεντος ὀλέθρου·
- αἱ δὲ πεδοσκαφέεσσιν ἐτυμβεύοντο ῥεέθροις
- φρείατος ἐν γυάλοισιν, ὅπῃ βυθίων ἀπὸ κόλπων
- χερσὶν ἀμοιβαίαις βεβιημένον ἕλκεται ὕδωρ·
- καί τις ἔσω διεροῖο βαθυνομένου κενεῶνος
- ἡμιφανὴς ἀτίνακτος ἀμοιβαίῃ φάτο φωνῇ·
- ἔκλυον, ὡς Ἰνδοῖσι θεὸς πέλε γαῖα καὶ ὕδωρ·
- οὐδὲ μάτην ποτὲ τοῦτο φατίζεται· ἀμφότεροι γὰρ
- εἰς ἐμὲ θωρήχθησαν ὁμόφρονες, εἰμὶ δὲ μέσση
- καὶ χθονίου θανάτοιο καὶ ὑδατόεντος ὀλέθρου,