Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἄξιά μοι πόρες ἕδνα φερεσσακέων ὑμεναίων,
- ἄστεα δουλώσας Κιλίκων ὑψήνορι νίκῃ.
- ἄρτι πάλιν νέα δῶρα χαρίζεαι· ἢν δʼ ἐθελήσῃς,
- ἄλλας Βασσαρίδας ληίσσεο, Χειροβίης δὲ
- ἀμφιπόλων ἔμπλησον ὅλον δόμον· ἀμφὶ δὲ Βάκχου
- οὐ χατέω Μορρῆος, ἀλυκτοπέδαις δὲ πεδήσας
- δούλιον εἰς ζυγόδεσμον ἐγὼ Διόνυσον ἐρύσσω.
- μοῦνον ἐμοὶ πεφύλαξο δορικτήτης πόθον εὐνῆς,
- μή σε γυναιμανέεσσιν ἴδω πανομοίιον Ἰνδοῖς·
- ὄμματα μὴ σκοπίαζε καὶ ἄργυφον αὐχένα Βάκχης,
- μὴ ποθέων τελέσειας ἐμὴν ζηλήμονα κούρην.
- αὐτὰρ ἐπὴν Βρομίου στρατιὴν ξύμπασαν ὀλέσσω,
- Μαιονίην ἐπὶ γαῖαν ἐλεύσομαι, ἔνθεν ἀφύξω
- Λυδῶν ἄσπετον ὄλβον, ὅσον Πακτωλὸς ἀέξει·
- ἵξομαι εἰς Φρυγίην εὐάμπελον, ὁππόθι Ῥείη
- παιδοκόμος Βρομίοιο, καὶ ἀγχικέλευθον ὀλέσσω
- ἀργυρέης Ἀλύβης πέδον ὄλβιον, ὄφρα κομίσσω
- φαιδρὰ ῥυηφενέων χιονώδεα νῶτα μετάλλων·
- πέρσω δʼ, ἣν καλέουσι, καὶ ἑπταπύλου χθόνα Θήβης,
- καὶ φλέξω Σεμέλης φλογερὸν δόμον, ὁππόθι παστοὶ