Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ὀκλάζων βαρύγουνος ὀλισθηροῖσι πεδίλοις,
- ἔμπαλιν ὀρθώσας λάσιον δέμας· ἐν δὲ κολώναις
- ἀντὶ μόθου κεκάλυπτο, καὶ Εὔιον ἔγχος ἀνάγκῃ
- κάλλιπεν ἀπτολέμοισι μεμηλότα θύρσον ἀέλλαις,
- καὶ μόγις εὐπήληκος ἀλεύατο Μορρέος αἰχμήν.
- ὀκναλέοις δὲ πόδεσσιν ἐχάζετο νωθρὸς Ἐρεχθεύς,
- ἐντροπαλιζομένην τανύων εὔκυκλον ὀπωπήν,
- αἰδόμενος μενέχαρμον ἑὴν πολιοῦχον Ἀθήνην.
- Βακχείην δʼ ἀέκων ἠρνήσατο Μαινάδα χάρμην
- λαιὸν Ἀρισταῖος βεβολημένος ὦμον ὀιστῷ.
- καὶ στρατιὴν ἀλέεινε δοριθρασέων Κορυβάντων
- οὐτηθεὶς λασίοιο κατὰ στέρνοιο Μελισσεύς,
- μαζὸν Ἐρυθραίῃ κεχαραγμένος ἄκρον ἀκωκῇ.
- καὶ βλοσυροὶ Κύκλωπες ἀναιδέες εὔποδι ταρσῷ
- εἰς φόβον ἠπείγοντο τεθηπότες, οἷς ἄμα φεύγων
- Ἰνδῴην ἀδόνητος ἐλίμπανε Φαῦνος Ἐνυώ.
- εὐκεράου δὲ φάλαγγος ὅλον στρατὸν εἰς φόβον ἕλκων
- πρεσβυγενὴς φύξηλις ἐχάζετο Παρράσιος Πάν,
- σιγαλέοις δὲ πόδεσσιν ἐδύσατο δάσκιον ὕλην,
- μή μιν ἴδῃ φεύγοντα διʼ οὔρεος ἄστατος Ηχώ.