Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Βακχείης δέ φάλαγγος ἔην κλόνος· ἀσταθέες γὰρ
- πεζοὶ μὲν δεδόνηντο, φυγοπτολέμων δʼ ἐλατήρων
- εἰς φόβον εὐλάιγγες ἀνεκρούοντο χαλινοί·
- ὧν ὁ μὲν οὐρεσίφοιτος ἐδύσατο κοιλάδα πέτρην,
- ὃς δὲ μολὼν τανύφυλλον ὑπὸ κλέτας ἕζετο λόχμης
- κρυπτόμενος πετάλοισιν, ὁ δὲ σπήλυγγα λεόντων,
- ἄλλος ἀμαιμακέτοιο μετήιεν ἔνδιον ἄριτου·
- καί τις ἀερσιλόφοιο διὰ πρηῶνος ἀλύξας
- ποσσὶν ὀρεσσινόμοισι διέστιχεν ἄκρα κολώνης.
- Βάκχη δʼ ἀρτιτόκοιο παρήλυθε θηρὸς ἐναύλους,
- ταρβαλέῳ πρηῶνα διαστείβουσα πεδίλῳ·
- οὐ γὰρ ἔχειν μενέαινε λεοντείην ἔτι πέτρην,
- ἀλλὰ λιποσθενέων ἐλάφων ἐκίχησε καλιὴν
- ἤθεσιν ἀδρανέεσσιν, ἐπεὶ προτέρην φρένα Βάκχη
- εἰς κραδίην ἐλάφοιο μετέτραπεν ἀντὶ λεαίνης.
- καί τις ἀελλοπόδων Σατύρων δειδήμονι ταρσῷ
- ἔτρεχεν, ἀσταθέεσσιν ἀσάμβαλος εἴκελος αὔραις,
- φεύγων Δηριάδαο θεημάχον ὄγκον ἀπειλῆς.
- καὶ σκοπέλους ἐδίωκε γέρων Σειληνὸς ἀλήτης·
- πολλάκι δʼ εἰς χθόνα πῖπτε κονιομένοιο προσώπου,