Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μὴ βροτὸν ἀθρήσαιμι νόθον σκηπτοῦχον Ὀλύμπου,
  2. αἴδεο λισσομένην Διὸς εὐνέτιν, αἴδεο Δηώ,
  3. αἴδεο λισσομένην καθαρὴν Θέμιν, ὄφρά κεν Ἰνδοὶ
  4. βαιὸν ἀναπνεύσωσι τινασσομένου Διονύσου·
  5. ἔσσό μοι ἀχνυμένῃ τιμήορος, ὅττι Κρονίων
  6. Βάκχῳ νέκταρ ὄπασσε καὶ Ἄρεϊ λύθρον Ἐνυοῦς.
  7. μηδὲ νέον Διόνυσον ἀνυμνήσωσιν Ἀθῆναι,
  8. μηδὲ λάχῃ γέρας ἶσον Ἐλευσινίῳ Διονύσῳ,
  9. μὴ τελετὰς προτέροιο διαλλάξειεν Ἰάκχου,
  10. μὴ τάλαρον Δήμητρος ἀτιμήσειεν ὀπώρῃ.
  11. ὣς φαμένη συνέχευεν ὅλην φρένα Περσεφονείης,
  12. δάκρυσι ποιητοῖσι διαινομένοιο προσώπου,
  13. αἱμύλα κωτίλλουσα. θεὰ δʼ ἐπένευσε θεαίνῃ,
  14. καί οἱ δῶκε Μέγαιραν ὁμόστολον, ὄφρα τελέσσῃ
  15. βάσκανον ὄμμα φέρουσα νόον ζηλήμονος Ἥρης.
  16. ἡ δὲ θυελλήεντι διαΐξασα πεδίλῳ
  17. τρὶς μὲν ἀνηέρθη, τὸ δὲ τέτρατον ἵκετο Γάγγην·
  18. καὶ νέκυν Ἰνδὸν ὅμιλον ἀμειδέι δεῖξε Μεγαίρῃ
  19. καὶ στρατιῆς ἱδρῶτα καὶ ἠνορέην Διονύσου·
  20. Ἰνδοφόνους δὲ Μέγαιρα πόνους ὁρόωσα Λυαίου