Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ταυροφυὴς κερόεσσα φατίζεται Ἰναχὶς Ἰώ.
- Ἄρεα δʼ, ὅν περ ἔτικτον, ὃν οὐρανίη τέκε γαστήρ,
- υἱὸν ἐμὸν χθονίῳ πεπεδημένον ἀκλέι δεσμῷ
- κρύψεν ἔσω κεράμοιο περισφίγξας Ἐφιάλτης·
- οὐδέ οἱ ἐχραίσμησεν ἐμὸς πόσις οὐράνιος Ζεύς,
- ἀλλὰ τόκον Σεμέλης φλογερῶν ἐρρύσατο πυρσῶν,
- καὶ βρέφος εἰσέτι Βάκχον ἀνεζώγρησε κεραυνοῦ,
- ἡμιτελῆ νόθον υἷα· δαϊζομένου δὲ μαχαίραις
- Ζαγρέος οὐ προμάχιζεν ἐπουρανίου Διονύσου.
- τοῦτό με μᾶλλον ὄρινεν, ὅτι Κρονίδης πόλον ἄστρων
- ἕδνα πόρεν Σεμέλῃ καὶ Τάρταρα Περσεφονείῃ·
- οὐρανὸς Ἀπόλλωνι φυλάσσεται, οὐρανὸν Ἑρμῆς
- ναιετάει· σὺ δὲ τοῦτον ἔχεις δόμον ἔμπλεον ὄρφνης.
- τί πλέον, ὅττι δράκοντος ἔχων ψευδήμονα μορφὴν
- δεσμὸν ἀσυλήτοιο τεῆς σύλησε κορείης,
- εἰ μετὰ λέκτρον ἔμελλε τεὰς ὠδῖνας ὀλέσσαι;
- Ζεὺς μὲν ἄναξ κατʼ Ὄλυμπον ἔχει δόμον ἔμπλεον ἄστρων,
- γνωτῷ δʼ ὑγρομέδοντι γέρας πόρεν ἁλμυρὸν ὕδωρ,
- καὶ ζόφον ἀχλυόεντα τεῷ πόρεν οἶκον ἀκοίτῃ.
- ἀλλὰ τεὰς θώρηξον Ἐρινύας οἴνοπι Βάκχῳ,