Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Σπάρτης σῆς ἐπίβηθι, καὶ εὐθώρηκα δεχέσθω
- χαλκείῳ σὺν Ἄρηι χολωομένην Ἀφροδίτην.
- οἶδα, πόθεν μεθέπω τάδε πήματα· πατρὸς Ἐρινὺς
- ὕβριν ἀπαιτίζει με βιαζομένοιο τοκῆος,
- ὅττι Κρόνου γενετῆρος ἐπιβρίθουσα κυδοιμῷ
- σὺν Διὶ μαρναμένῳ Τιτηνιὰς ἔχραεν Ἥρη·
- καλὸν ἐμοί, Διόνυσον ἰδεῖν κατὰ μέσσον Ὀλύμπου
- ἥμενον ἐγγὺς Ἔρωτος, ὁμέστιον ἀφρογενείῃ,
- αἰγίδα κουφίζοντα μετὰ Κρονίδην καὶ Ἀθήνην.
- ἀλλά, θεά, χραίσμησον, ἐμῆς δʼ ἐπίκουρον ἀνίης
- δός μοι κεστὸν ἱμάντα, τεὴν πανθελγέα μίτρην,
- εἰς μίνα ἠριγένειαν, ὅπων Διὸς ὄμματα θέλξω,
- καὶ Διὸς ὑπνώοντος ἐμοῖς Ἰνδοῖσιν ἀρήξω.
- δισσὴ ἐγὼ γενόμην ἑκυρὴ σέθεν· ἡμετέρου γὰρ
- υἱέος Ἡφαίστοιο καὶ Ἄρεος ἔπλεο νύμφη.
- δὸς χάριν ὀψιτέλεστον, ἐπεὶ κυανόχροες Ἰνδοὶ
- ξεινοδόκοι γεγάσαιν Ἐρυθραίης Ἀφροδίτης,
- οἷς κοτέων Διόνυσος ἐπέχραεν, οἷσι καὶ αὐτὸς
- θηλυμανὴς ἄστοργος ἐχώσατο παιδοτόκος Ζεύς,
- καὶ στεροπὴν ἐλέλιξε συναιχμάζων Διονύσῳ·