Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐρανὸν ἀμπελόεντα μετʼ ἀστερόεντα καλέσσω,
  2. μηδὲ πίω ποτὸν ἄλλο μετὰ γλυκὺ νέκταρ Ὀλύμπου.
  3. δείδια, μὴ μενέχαρμον ἴδω μεθύουσαν Ἀθήνην,
  4. μὴ δόρυ κουφίσσειεν ἐπʼ Ἄρεϊ καὶ Κυθερείῃ,
  5. μὴ σφαλερῇ ῥαθάμιγγι νοοσφαλέος Διονύσου
  6. αἰθέρι τολμήεσσαν ἀναστήσωσιν Ἐνυὼ
  7. ἀστέρες οἰνοπλῆγες ἐπʼ ἀλλήλοισι μανέντες,
  8. μή ποτε βακχευθέντες ὅλοι ναετῆρες Ὀλύμπου
  9. ὄργια μιμήσαιντο φερεσσακέων Κορυβάντων.
  10. οὐχ ἅλις αἶσχος ἐκεῖνο θεοστυγές, ὅττι δοκεύω
  11. Τρώιον ἡβητῆρα, Διὸς δρηστῆρα κυπέλλων,
  12. οὐρανὸν αἰσχύνοντα καὶ οἰνοχόον Διός Ἥβην,
  13. χερσὶν ἐπιχθονίῃσιν ὅτε γλυκὺ νέκταρ ἀφύσσει;
  14. αἰδομένη δʼ ἐπὶ γαῖαν ἐλεύσομαι· ἀμφοτέροις δὲ
  15. αἰθέρα καλλείψω, Γανυμήδεϊ καὶ Διονύσῳ·
  16. αἰθέρα καλλείψω, Σεμέλης δόμον. εἶς δόμος ἔστω
  17. οὐρανὸς ἀμφοτέροις, καὶ Περσέι καὶ Διονύσῳ.
  18. ἵξομαι εἰς ἐμὸν Ἄργος, ἐς ἀγλαὸν ἄστυ Μυκήνης,
  19. ἐν χθονὶ ναιετάουσα· σὺν ἀχνυμένῃ δὲ τεκούσῃ
  20. ἕσπεται αὐτὸς Ἄρης, σέο νυμφίος· ἀλλὰ καὶ αὐτὴ