Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- εἶς βροτὸς αἰσχύνει με καὶ υἱέα· παννύχιος γὰρ
- μυστιπόλῳ σπινθῆρι φεραυγέα δαλὸν ἀνάπτων
- Βάκχος ἀμαλδύνει με, καὶ ἐγρήσσων σε χαλέπτει.
- Ὕπνε, τί πανδαμάτωρ κικλήσκεαι; οὐκέτι θέλγεις
- ἀνέρας ἐγρήσσοντας, ὅτι χθονίοιο Λυαίου
- κῶμον ἐμόν νίκησε νόθον σέλας· ἡμετέρων γάρ
- φαιδροτέραις δαΐδεσσι κατακρύπτει φλόγας ἄστρων.
- εἷς βροτὸς αἰσχύνει με φαεσφόρος, ὅττι καλύπτει,
- καὶ μεγάλην περ ἐοῦσαν, ἐμῆς ἀκτῖνα Σελήνης.
- ἅζομαι ἠριγένειαν ἐπεγγελόωσαν Ὀμίχλῃ,
- ὅττι νόθον μεθέπω νύχιον σέλας· ἀλλοτρίῳ γὰρ
- ποιητῷ Φαέθοντι φαείνομαι ἠματίη Νύξ.
- ἀλλά σύ μοι, φίλε κοῦρε, χολώεο δίζυγι θεσμῷ
- μυστιπόλοις Σατύροισι καὶ ἀγρύπνῳ Διονύσῳ·
- δὸς χάριν ἀχνυμένῃ σέο μητέρι, δὸς χάριν Ἥρῃ,
- καὶ Διὸς ὑψιμέδοντος ἀθελγέα θέλξον ὀπωπήν
- εἰς μίαν ἠριγένειαν, ὅπως Ἰνδοῖσιν ἀρήξῃ,
- οὓς Σάτυροι κλονέουσι καὶ εἰσέτι Βάκχος ὀρίνει.
- Ὕπνε, τί πανδαμάτωρ κικλήσκεαι; ἥν ἐθελήσῃς,
- τρέψον ἐμοὶ τεὸν ὄμμα, καὶ ἑπταπύλῳ παρὰ Θήβῃ