Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- εἰς Θέμιν, εἰς Κυθέρειαν, ἐς Ἄρτεμιν εἶδος ἀμείβω.
- Πασιθέης δʼ ὑμέναιον ὑπόσχεο, τῆς διὰ κάλλος
- ἱμείρων ἀνύσειεν ἐμὸν χρέος· οὔ σε διδάξω,
- ὅττι γυναιμανέων τις ἐπʼ ἐλπίδι πάντα τελέσσει.
- ὣς φαμένης πεπότητο θεὰ χρυσόπτερος Ἶρις
- ἠέρα παπταίνουσα, καὶ εἰς Πάφον, εἰς χθόνα Κύπρου
- ἀπλανὲς ὄμμα τίταινε, τὸ δὲ πλέον ὑψόθι Βύβλου
- Ἀσσυρίου σκοπίαζεν Ἀδώνιδος εὔγαμον ὕδωρ,
- διζομένη περίφοιτον ἀλήμονος ἴχνιον Ὕπνου.
- εὗρε δέ μιν γαμίοιο παρὰ κλέτας Ὀρχομενοῖο·
- κεῖθι γὰρ αὖτις ἔμιμνε νοοπλανές ἴχνος ἐλίσσων,
- Πασιθέης ἐρόεντα παρὰ προπύλαια θαμίζων.
- καὶ δέμας ἀλλάξασα μετάτροπον ἄσκοπος Ἶρις
- κυανέης ἄγνωστον ἐδύσατο Νυκτὸς ὀπωπήν·
- ὕπνου δʼ ἐγγὺς ἵκανε δολοπλόκος· οἶα δὲ μήτηρ
- κλεψινόοις ὀάροις ἀπατήλιον ἴαχε φωνήν·
- τέκνον ἐμόν, ἐμόν, τέο μέχρις ἐμὲ Κρονίδης ἀθερίζει;
- οὐχ ἅλις, ὡς Φαέθων με βιάζεται, ὅττι καὶ αὐτὸς
- ὄρθρος ἀκοντίζει με καὶ ἠριγένεια διώκει;
- Ζεὺς νόθον υἷα φύτευσεν, ὅπως ἐμὸν Ὕπνον ἐλέγξῃ.