Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. χθιζὰ πάλιν σε φόβησεν Ἄραψ πρόμος; ἐξέτι κείνου
  2. ἅζομαι Ἄρεα θοῦρον ἰδεῖν [*](Ludwich ἰδὼν, Keydell ἰδεῖν. Athena speaks.) γενετῆρα Δυκούργου,
  3. ἀδρανίην βοόωντα φυγοπτολέμου Διονύσου.
  4. σὸς καὶ ἐμὸς γενέτης οὐκ ἔτρεμε δηιοτῆτα,
  5. εὖτε θεοὶ Τιτῆνες ἐθωρήχθησαν Ὀλύμπῳ.
  6. ποίην Ὀρσιβόην ληίσσαο δεσπότιν Ἰνδῶν;
  7. Χειροβίην οὐκ εἶδε δορικτήτην σέο Ῥείη.
  8. ἱλήκοι Διὸς εὖχος, ἀδελφεὸν οὔ σε καλέσσω
  9. Δηριάδην φεύγοντα καὶ ἀπτολέμων γένος Ἰνδῶν.
  10. ἀλλὰ λαβὼν σέο θύρσα πάλιν μιμνήσκεο χάρμης,
  11. καὶ στρατιῆς προμάχιζε, κορυσσομένῃσι δὲ Βάκχαις
  12. ὄψεαι εὐθώρηκα συναιχμάζουσαν Ἀθήνην,
  13. αἰγίδα κουφίζουσαν ἀνούτατον ὅπλον Ὀλύμπου.
  14. ὣς φαμένη Βρομίῳ μένος ἔμπνεεν· αὐτὰρ ὁ θυμῷ
  15. θαρσήεις πολέμιζε τὸ δεύτερον, ἐσσομένης δὲ
  16. νίκης ἐλπίδα πᾶσαν ἐπέτρεπε Τριτογενείῃ.
  17. ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἔκτανε Βάκχος,
  18. ὁππότε μιν θάρσυνε μόθων ἀκόρητος Ἀθήνη;
  19. κτεῖνε μὲν ἀντιβίων ἑκατοντάδα νηλέι θύρσῳ,
  20. πολλοῖς δʼ ἕλκος ὄπασσε πολύτροπον ἔγχεϊ τύπτων