Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀμφὶ σέθεν τίνα μῦθον ἐμῷ Κρονίωνι βοήσω;
  2. ποῖον ἴδον κατὰ δῆριν ὀλωλότα κοίρανον Ἰνδῶν;
  3. ζώει Δηριάδης καὶ μάρναται εἰσέτι Μορρεύς.
  4. ποίην δʼ οὐρανίην ἐπεδείκνυες ἔμφυτον ἀλκήν;
  5. ἢ Λιβύης ἐπέβης; ἢ Περσέος εἶχες ἀγῶνα;
  6. ἢ Σθεννοῦς ἴδες ὄμμα λιθώπιδος ἠὲ καὶ αὐτῆς
  7. δύσμαχον Εὐρυάλης μυκώμενον ἀνθερεῶνα;
  8. ἢ πλοκάμους ἐνόησας ἐχιδνοκόμοιο Μεδούσης,
  9. καί σε πολυσπερέων περιδέδρομε χάσμα δρακόντων;
  10. οὐ Σεμέλη τέκε παῖδα μαχήμονα· Γοργοφόνον δὲ
  11. ἄξιον υἷα λόχευσεν ἐμοῦ Διὸς Ἀκρισιώνη·
  12. οὐ γὰρ ἐμὴν δρεπάνην πτερόεις ἀπεσείσατο Περσεύς,
  13. Ἑρμείαν δὲ γέραιρεν ἑῶν δωτῆρα πεδίλων.
  14. γείτονα μάρτυν ἔχω πετρώδεα θῆρα θαλάσσης·
  15. εἴρεό μοι Κηφῆα, τά περ κάμε Περσέος ἅρπη·
  16. ἀντολίην δʼ ἐρέεινε καὶ ἕσπερον· ἀμφότερον γάρ,
  17. Νηρεΐδες τρομέουσι τὸν Ἀνδρομέδης παρακοίτην,·
  18. Ἑσπερίδες μέλπουσι τὸν ἀμητῆρα Μεδούσης.
  19. Αἰακὸς ἀπτοίητος ὁμοίιος οὐ πέλε Βάκχῳ,
  20. οὐ φύγε Δηριάδην, οὐκ ἔτρεμε φύλοπιν Ἰνδῶν.