Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ σοφὸς Αἰγυπτίης ναέτης Αἴγυπτος ἀρούρης
  2. αἰνοτόκος πολύτεκνος, ὃς ἀρσενόπαιδι γενέθλῃ
  3. ἤροσε τοσσατίων μινυώρια πώεα παίδων,
  4. καὶ Δαναὸς λιπόπατρις, ὃς ὥπλισεν ἄρσενι φύτλῃ
  5. θῆλυ γένος τανύων γάμιον ξίφος, ὁππότε παστοὶ
  6. αἵματι φοινίσσοντο δαϊζομένων ὑμεναίων,
  7. καὶ κρυφίοις ξιφέεσσι σιδηροφόρων ἐπὶ λέκτρων
  8. ἄρσενα γυμνὸν Ἄρηα κατεύνασε θῆλυς Ἐνυώ·
  9. οὐ μὲν Ὑπερμνήστρῃ κακονύμφιον εὔαδεν ἔρυον,
  10. ἀλλὰ παρωσαμένη δυσπένθερα θεσμὰ τοκῆος
  11. ἠερίῃ πατρῷον ἐπέτρεπε μῦθον ἀέλλῃ,
  12. καὶ καθαρὴν ἐφύλαξεν ἀναίμονα χεῖρα σιδήρου·
  13. ἔπλετο δʼ ἀμφοτέρων ὅσιος γάμος. ἀρτιθαλῆ δὲ
  14. γνωτὴν ἡμετέρην θρασὺς ἥρπασε ταῦρος ἀλήτης,
  15. εἰ ἐτεὸν ταῦρος· ἐγὼ δʼ οὐκ οἶδα πιθέσθαι,
  16. εἰ βόες ἱμείρουσι γυναικείων ὑμεναίων.
  17. καί με κασιγνήτοισιν ὁμήλυδα πέμψεν Ἀγήνωρ
  18. σύγγονον ἰχνεύοντα καὶ ἄγριον ἅρπαγα νύμφης,
  19. ταῦρον ἀκυμάντοιο νόθον πλωτῆρα θαλάσσης,
  20. οὗ χάριν ἀστήρικτος ἀλώμενος ἐνθάδε βαίνω.