Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- δαιμονίης ἴνδαλμα μεταλλάξασα κεραίης
- ἔσκε θεὰ φερέκαρπος· ἀναπτομένοιο δὲ καρποῦ
- Αἰγυπτίης Δήμητρος, ἐμῆς κεραελκέος Ἰοῦς,
- εὐόδμοις ὁμόφοιτος ἐλίσσεται ἀτμὸς ἀήταις.
- ἔνθʼ Ἔπαφον Διὶ τίκτεν, ἀκηρασίων ὅτι κόλπων
- Ἰναχίης δαμάλης ἐπαφήσατο θεῖος ἀκοίτης
- χερσὶν ἐρωμανέεσσι· θεηγενέος δὲ τοκῆος
- ἐξ Ἐπάφου Λιβύη· Λιβύης δʼ ἐπὶ παστὸν ὁδεύων
- Μέμφιδος ἄχρις ἵκανε Ποσειδάων μετανάστης,
- παρθένον ἰχνεύων Ἐπαφηίδα, καὶ τότε κούρη
- δεξαμένη ναετῆρα βυθοῦ χερσαῖον ὁδίτην
- Ζῆνα Λίβυν τέκε Βῆλον, ἐμῆς ἀροτῆρα γενέθλης.
- καὶ Διὸς Ἀσβύσταο νέην ἀντίρροπον ὀμφὴν
- Χαονίῃ βοόωσι πελειάδι διψάδες ἄμμοι
- μαντιπόλοι· πέμπτῳ δὲ πατήρ ἰσόμετρον ἀριθμῷ
- Βῆλος ἐπασσυτέρην γενεὴν σπερμήνατο παίδων,
- Φινέα καὶ Φοίνικα λιπόπτολιν, οἷς ἅμα θάλλων
- ἀστὸς ἀμοιβαίων πολίων περίφοιτος Ἀγήνωρ
- ἀσταθέος βιότοιο, πατὴρ ἐμός, εἶχε πορείην
- εἰς Θήβην μετὰ Μέμφιν, ἐς Ἀσσυρίην μετὰ Θήβην,