Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀλλά διεσσυμένοιο βολὴν θήλυνεν ὀιστοῦ,
  2. καὶ φονίην ἀλάωσεν ἑκηβολίην Μελανῆος·
  3. καὶ Παφίη γλωχῖνας ἀπηκόντιζε βελέμνου,
  4. σύγγονος ἱμείροντι χαριζομένη Διονύσῳ,
  5. καὶ βέλος ἔτραπε τόσσον ἀπὸ χροός, ὡς ὅτε μήτηρ
  6. παιδὸς ἔτι κνώσσοντος ἀλήμονα μυῖαν ἐλάσσῃ.
  7. ἠρέμα φάρεος ἄκρον ἐπαιθύσσουσα προσώπῳ.
  8. καὶ χροὸς ἄγριον ἕλκος ἐρευθομένου διὰ μηροῦ
  9. ἀγχιφανὴς Ὑμέναιος ἐδείκνυε γείτονι Βάκχῳ,
  10. δάκρυ χέων ἐρατεινὸν ὑπʼ ὀφρύσιν, ὄφρα νοήσῃ
  11. δεξιτερὴν ἐπίκουρον ἀλεξικάκου Διονύσου,
  12. ἰητροῦ χατέων ζωαρκέος· αὐτὰρ ὁ λευκῆς
  13. χειρὸς ἔχων Ὑμέναιον ἑῆς ἐπέβησεν ἀπήνης,
  14. καί μιν ἄγων ἀπάνευθε πολυφλοίσβοιο κυδοιμοῦ
  15. νωθρὸν ἐπὶ σκιόεντι πέδῳ παρὰ γείτονι φηγῷ
  16. θῆκε καρηβαρέοντα· καἰ ὡς Ὑάκινθον Ἀπόλλων
  17. ἔστενεν ἀνδροφόνῳ βεβολημένον ὀξέι δίσκῳ,
  18. μεμφόμενος Ζεφύρου ζηλήμονος ἄσθμα θυέλλης,
  19. οὕτω καὶ Διόνυσος ἀνέσπασε πολλάκι χαίτην,
  20. ὄμμασιν ἀκλαύτοισιν ἐπικλαύσας Ὑμεναίῳ.