Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- αἴ κεν ἴδῃ Διόνυσον, ἀγήνορα παῖδα Θυώνης,
- πυρκαϊῆς ἐπιβάντα τεῷ δμηθέντα βελέμνῳ·
- ἓν δὲ βέλος λύσειεν ὅλον μόθον. ἀμφοτέροις δέ,
- ὕδατι χεῖρας ἄειρε καὶ εὔχεο μητέρι Γαίη·
- ῥέζειν δʼ ἀμφοτέροισι θυηπολίας μετὰ νίκην
- ἀψεύστοις στομάτεσσιν ὑπόσχεο· καὶ παρὰ βωμῷ
- ταυροφυὴς ἐχέτω κεραελκέα ταῦρον Ὑδάσπης,
- γαῖα δὲ κυανέη μελανόχροον ἄρνα δεχέσθω.
- ὣς εἰπὼν παρέπεισεν ὀιστοβόλον Μελανῆα,
- ἄνδρα νοοπλανέων κτεάνων δεδονημένον οἴστρῳ·
- αὐτὰρ ὁ σιγαλέος γυμνώσατο πῶμα φαρέτρης
- ἰὸν ἑλὼν προβλῆτα, καὶ εἴρυσεν ἠθάδα νευρὴν
- τόξον ὀπισθοτόνῳ παλάμης κυκλούμενος ὁλκῷ,
- ἀκρότατον δὲ σίδηρον ἐρεισάμενος περὶ τόξῳ
- φοίνια νεῦρα βόεια πελάσσατο γείτονι μαζῷ·
- καὶ βέλος ἰθυκέλευθον ἀπεπλάγχθη Διονύσου
- Ζηνὸς ἐρητύσαντος, ἐυστεφάνου δʼ Ὑμεναίου
- αἱμοβαφὴς πτερόεντι χαράσσετο μηρὸς ὀιστῷ.
- οὐ δὲ λάθεν Διόνυσον ἀπήορος ἰὸς ἀλήτης
- ἱπτάμενος ῥοιζηδόν, ἀφειδέι σύνδρομος αὔρῃ·