Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ δηίους ἐφόβησεν, ἐπεί νύ οἱ εἵνεκα μορφῆς
  2. μαρναμένῳ Διόνυσος ἐνέπνεεν ἔνθεον ἀλκήν.
  3. τὸν μὲν ἰδὼν Ἰόβακχος ἀριστεύοντα κυδοιμῷ
  4. τέρπετο, καὶ συνάεθλον ἑῆς οὐκ ἤθελε χάρμης
  5. ἀστεροπὴν Κρονίωνος, ὅσον μελίην Ὑμεναίου.
  6. εἴ ποτε πῶλον ἔλαυνεν ἀπόσσυτον εἰς μόθον Ἰνδῶν,
  7. δαιδαλέων Διόνυσος ἐμάστιεν αὐχένα θηρῶν,
  8. ἵππῳ δʼ ἅρμα πέλαζε παρʼ ἡβητῆρι θαμίζων,
  9. κοῦρον ἔχων, ἅτε Φοῖβος Ἀτύμνιον· ἵστατο δʼ αἰεὶ
  10. ἀγχιφανής, ἐρόεις δὲ καὶ ἄλκιμος εἰν ἑνὶ θεσμῷ
  11. ἠιθέῳ μενέαινε φανήμεναι· ἐν δὲ κυδοιμοῖς
  12. καὶ νεφέων ἔψαυε συναιχμάζων Ὑμεναίῳ.
  13. ἓν δέ ἑ μοῦνον ὄρινεν, ὅτι χθονίης ἀπὸ φύτλης
  14. υἱὸς ἔην Φλεγύαο, καἰ οὐ Κρονίδαο τοκῆος.
  15. καί οἱ ἀεὶ παρέμιμνε, πατὴρ ἅτε παῖδα φυλάσσων,
  16. δειμαίνων, ἵνα μή τις ἑκηβόλος ἰὸν ἰήλας
  17. κοῦρον ὀιστεύσειεν· ἐπερχομένων δὲ βολάων
  18. δεξιτερὴν ἐτίταινε προασπίζων Ὑμεναίου.
  19. καί οἱ ἀριστεύοντι τόσην ἐφθέγξατο φωνήν·
  20. πέμπε βέλος, φίλε κοῦρε, καὶ οὐκέτι μαίνεται Ἄρης·