Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰκοστῷ δʼ ἐνάτῳ πολέμων ἀποχάζεται Ἄρης, οἷά περ εὶς γάμον ἄλλον ἐπειγόμενος Κυθερείης.
  2. Ἥρη δʼ ὡς ἐνόησε δαϊζομένων στίχας Ἰνδῶν,
  3. δύαμαχου ἔμβαλε θάραος ἀγήνορι Δηριαδῆι.
  4. καὶ πλέον οἶστρον ἔρωτος ἐδέξατο δηιοτῆτος
  5. φρικτὸς ἄναξ· προμάχοις δὲ χέων λυσσώδεα φωνὴν
  6. κυανέην στοιχηδὸν ὅλην περιδέδρομε χάρμην.
  7. λαὸν ὅλον φεύγοντα παλίσσυτον εἰς μόθον ἕλκων,
  8. ἄλλον ἐνηείῃ μεταωεύμενος, ἄλλον ἀπειλῇ.
  9. καὶ θρασὺς ἔπλετο μᾶλλον· ὁμηγερέες δὲ καὶ αὐτοὶ
  10. κεκλομένου βασιλῆος ἐπὶ κλόνον ἔρρεον Ἰνδοί.
  11. καὶ Σατύρων στίχα πᾶσαν ἑκηβόλος ἔσχισε Μορρεύς,
  12. πῇ μὲν ἐπʼ ἀντιβίοισιν ὀπροθοτόνων ἀπὸ τόξων
  13. πέμπων ἠερόφοιτον ἐπασσυτέρων νέφος ἰῶν,
  14. πῇ δὲ παλινδίνητον ἑὸν δόρυ θοῦρον ἑλίσσων
  15. Σειληνῶν κερόεσσαν ἀνεπτοίησε γενέθλην.
  16. Εὐχαίτης δʼ Ὑμέναιος ἐμάρνατο φάογανα σείων,
  17. Θεσσσαλικῆς ἀκίχητος ὑπὲρ ῥάχιν ἥμενος ἵππου,
  18. Ἰνδοὺς κυανέους ῥοδοειδέι χειρὶ δαΐζων·
  19. ἀγλαΐῃ δʼ ἤστραπτεν· ἴδοις δέ μιν εἰς μέσον Ἰνδῶν
  20. Φωσφόρον αἰγλήεντα δυσειδέι σύνδρομον ὄρφνῃ·