Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. θεῖος Ἀρισταῖος, δεδαημένος Ἄρεος Ἀγρεύς,
  2. ὡς Νόμιος πολέμειζε καλαύροπα χερσὶ τινάσσων,
  3. νυμφίος Αὐτονόης ἑκατηβόλος· ἐν δὲ κυδοιμοῖς
  4. τόξον ἔχων κλυτότοξον ἑὸν μιμεῖτο τοκῆα,
  5. θάρσος ἔχων ἔχων ὑπέροπλον ὀιστοβόλοιο τεκούσης,
  6. Κυρήνης προτέρης Ὑψηίδος· αἰνομανῆ δὲ
  7. δέσμιον ἐζώγρησεν ἀνάρσιον ἄτρομος Ἀγρεύς
  8. ἀγρεύσας ἅτε θῆρα· καὶ ἀντιβίων ὀλετῆρα
  9. ἠθάδι χειρὶ τίταινε βαρὺν λίθον, οἷον ἐρείσας
  10. πιαλέης ἔθλιψε χυτὰς ὠδῖνας ἐλαίης·
  11. δυσμενέας δʼ ἐφόβησεν ἀγήνορος ἠθάδι ῥόμβῳ,
  12. σείων χαλκὸν ἐκεῖνον, ὅν ἐν παλάμῃσι τινάσσων
  13. φοιταλέης ἐφόβησε μεμηνότα κέντρα μελίσσης.
  14. Θρηικίης δὲ Σάμοιο πυρισθενέες πολιῆται
  15. Λημνιάδος δύο παῖδες ἐβακχεύοντο Καβειροῦς·
  16. Ἡφαίστου δὲ τοκῆος ἐρευθομένου πυρὸς ἀτμῷ
  17. συγγενέας σπινθῆρας ἀνηκόντιζον ὀπωπαί.
  18. τοῖσι μὲν ἐξ ἀδάμαντος ἔην ὄχος· ἀμφὶ δὲ πῶλοι
  19. χαλκείῃ κροτέοντες ἀρασσομένην κόνιν ὁπλῇ
  20. καρχαλέον χρεμετισμὸν ἀνήρυγον ἀνθερεῶνος,