Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- κυκλώσας ταλάροιο τύπῳ, τροχοειδέι ταρσῷ·
- ὣς ὅ γε φοίνιον ἕλκος ἀκέσσατο Φοιβάδι τέχνῃ·
- καὶ νέος ἀρτεμέων παλινάγρετον εἶχεν Ἐνυώ,
- χειρὸς ἀκεσσιπόνοιο Διωνύσοιο τυχήσας.
- καὶ βέλος ἠερόφοιτον ἑκηβόλον εἰς σκοπὸν ἕλκων
- τόξα πάλιν κύκλωσε, τιτυσκόμενος δὲ βελέμνῳ
- ἀντίδοτον πόρεν ἕλκος ὀιστοβόλῳ Μελανῆι.
- καὶ θρασὺς ἔσσυτο κῦρος· ἐφεσπόμενος δὲ Λυαίῳ
- αἰεὶ φῶτας ἔβαλλε καὶ οὐκέτι λείπετο Βάκχου.
- ὡς δʼ ὅτε τις σκιόεις τύπος ἀνέρος, ἄπνοος ἕρπων,
- ἀγχιφανὴς ἀχάρακτος ὁμόδρομος ἀνδρὸς ὁδεύει,
- καί οἱ ἀεὶ σπεύδοντι συνέσπεται, ἱσταμένου δὲ
- ἵσταται, ἑζομένου δὲ παρέζεται, ἐν δὲ τραπέζῃ
- μιμηλαῖς παλάμῃσι συνέμπορος εἰλαπινάζει·
- ὥς ὅ γε κοῦρος ἔμιμνεν ὁμόδρομος οἴνοπι Βάκχῳ.
- οὐδὲ μάχης Διόνυσος ἐλώφεεν· ἀλλὰ τορήσας
- μεσσοπαγῆ κούφιζε πεπαρμένον ἀνέρα θύρσῳ
- ὄρθιον ὑψιπότητον, ἐν ἠερίῃ δὲ κελεύθῳ
- Ἰνδὸν ἐλαφρίζων ζηλήμονι δείκνυεν Ἥρῃ.
- καὶ τελέων τρισσῇσιν ἐπωνυμίῃσιν Ἐνυὼ