Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὑψινεφὴς ἐλάτην περιμήκετον εἶχεν Ἐλατρεύς,
  2. ἔγχεϊ δενδρήεντι καρήατα δήια τέμνων.
  3. Εὐρύαλος κεκόρυστο· διατμήξας δὲ κυδοιμῷ
  4. ἐκ πεδίου φεύγοντα πρλὺν στρατὸν ἄχρι θαλάσσης.
  5. κόηπον ἐς ίχθυόεντα περικλείων στίχας Ἰνδῶν,
  6. δυσμενέας νίκησεν ἀκοντοφόρου διὰ πόντου,
  7. ὄρθιον εἰκοσίπηχυ διʼ ὕδατος ἆορ ἑλίσσων·
  8. καὶ δολιχῷ βουπλῆγι ταμὼν ἁλιγείτονα πέτρην
  9. ῥῖψεν ἐπʼ ἀντιβίοισιν· ἀτυμβεύτοιο δὲ πολλοὶ
  10. διχθαδίης ἐνόησαν ἁλιβρέκτου λίνα Μοίρης,
  11. Αρεϊ κυματόεντι καὶ ὀκριόεντι βελέμνῳ.
  12. τοῖς ἅμα σύγγονος ἄλλος ἀριοτεύων Ἁλιμήδης
  13. ἠλιβάτοις μελέεσσι πέλωρ βακχεύετο Κύκλμψ,
  14. καὶ δηίους ἐφόβησε· φυλασσόμενος δὲ προσώπου
  15. κυκλάδος ὀμφαλόεντα προΐσχανε νῶτα βοείης.
  16. καί μιν ἰδὼν Φλόγιος κταμένων τιμήορος Ἰνδῶν
  17. τόξον ἑὸν κύκλωσε, καὶ ἠνενόεν βέλος ἕλκων
  18. μεσσοφνῆ πτερόεντι βαλεῖν ἤμελλε βελέμυῳ·
  19. ἀλλὰ τιτυσκομένοιο μαθὼν ἀντώπιον ὁρμὴν
  20. δόχμιος ἐσσυμένοιο βολὴν ἀλέεινεν ὀιστοῦ