Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἄσπετον εὐρείης περιδέδρομε κόλπον ἀρούρης—.
- ἀμφὶ δέ μιν προχυθέντες ἐς ἅρματα κούφισαν Ἰνδοί,
- δειδιότες Κύκλωπα δυσειδέα, μή τινι ῥιπῇ
- ὑψιτενῆ πάλιν ἄλλον ἑλὼν πρηῶνα κολώνης
- τπηχαλέῳ βασιλῆα κατακτείνειε βελέμνῳ,
- μῆκος ἔχων ἰσόμετρον ἀερσιλόφου Πολυφήμου.
- καὶ βλοσυροῦ προμάχοιο μέσῳ σελάυιζε μετώπῳ
- μαρμαρυηὴ τροχόεσς μονογλήνοιο προσώπου·
- καὶ βλοσυροῦ Κύκλωπος ὑποπτήσσοντες ὀπωπὴν
- θαμβαλέῳ δεδόνηντο φόβῳ κυανόχροες Ἰνδοί,
- οὐρανόθεν δοκέοντες Ὀλυμπιὰς ὅττι Σελήνη
- γηγενέος Κύκλωπος ἐναντέλλουαα προσώπῳ
- πλησιφαὴς ἤστραπτε, προασπίζουοα Λυαίου.
- Ζεὺς δὲ πατήρ, Κύκλωπος ἰδών μίμημα κυδοιμοῦ,
- ὑψινεφὴς ἐγέλασσεν, ὅτι χθονίων νεφελάων
- δεχνυμένη ξένον ὄμβρον ἀπειρήτου διὰ κόλπου
- νίφετο μὲν τότε γαῖα, χυτὴν δʼ οὐκ εἶχευ ἐέρσην
- ἄβροχα νῶτα φέρων γυμνούμενα δίψιος ἀήρ.
- καὶ Τπάχιος κεκόρυστο· κασιγνήτῳ δʼ ἅμα βαίνων,
- ἠλιβάτῳ παλάμῃ δονέων σάκος ἶσον ἐρίπνῃ,