Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πήξω μαινομένοιο κεράατα Δηριαδῆος.
  2. ὥς φάμενος θάρσυνεν· ἐπερρώοντο δὲ Βάκχαι,
  3. Σειληνοὶ δʼ ἀλάλαζον Ἀρηιφίλης μέλος Ἠχοῦς
  4. καὶ Σάτυροι κελάδησαν ὁμοφθόγγων ἀπὸ λαιμῶν·
  5. καὶ τυπάνου κελάδοντος ὁμόθροος ἔβρεμεν ἠχὼ
  6. φρικαλέον μύκημα, φιλοκροτάλων δὲ γυναικῶν
  7. χερσὶν ἀμοιβαίῃσιν ἀράσσετο δίκτυπος ἠχώ·
  8. καὶ νομίη Φρύγα ῥυθμὸν ἀγέστρατος ἴαχε σύριγξ.
  9. καὶ στρατιῆς προκέλευθος ἐπιβρίθουσα κυδοιμῷ
  10. Μυγδονίη μάρμαιρε διʼ ἠέρος ἁλλομένη φλόξ,
  11. Βακχείην πυρόεσσαν ἀπαγγέλλουσα λοχείην·
  12. Σειληνοῦ δὲ γέροντος ἀπʼ εὐκεράοιο μετώπου
  13. μαρμαρυγὴ σελάγιζεν· ὀρεσσαύλοιο δὲ Βάκχης
  14. δέσμιος ἀπλέκτοισι δράκων ἐσφίγγετο χαίταις·
  15. καὶ Σάτυροι πολέμιζον· ἐλευκαίνοντο δὲ γύψῳ
  16. μυστιπόλῳ, καὶ φρικτὸν ἐπῃώρητο παρειαῖς
  17. ψευδομένου νόθον εἶδος ἀφωνήτοιο προσώπου.
  18. καί τις ἐπʼ ἀντιβίοισι μεμηνότα τίγριν ἱμάσσων
  19. δίφρα διεπτοίησεν ὁμοζυγέων ἐλεφάντων·
  20. καὶ πολιὸς κεκόρυστο Μάρων ἑλικώδεϊ θαλλῷ,