Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- μυρομένη βαρύδεσμον ὀπάονα Δηριαδῆα·
- ἐλθέτω, ἢν ἐθέλῃ, μετανάστιος εἰς χθόνα Κελτῶν,
- ὄφρα φυτὸν γεγαυῖα σὺν Ἡλιάδεσσι καὶ αὐτὴ
- πυκνὰ φιλοθρήνοισιν ἐπικλαύσειε ῥεέθροις.
- σπεύσατέ μοι καὶ κύκλα μελαρρίνοιο προσώπου
- Ἰνδῶν ληιδίων λευκαίνετε μύστιδι γύψῳ,
- καὶ θρασὺν ἀμπελόεντι περιπλεχθέντα κορύμβῳ---
- νεβρίδα χαλκοχίτωνι καθάψατε Δηριαδῆι·
- καὶ Βρομίῳ γένυ δοῦλον ὑποκλίνων μετὰ νίκην
- Ἰνδὸς ἄναξ ῥίψειεν ἑὸν θώρηκα θυέλλαις,
- κρείσσονι λαχνήεντι δέμας θώρηκι καλύπτων,
- καὶ πόδα πορφυρέοισι περισφίγξειε κοθόρνοις
- ἀργυρέας ἀνέμοισιν ἑὰς κνημῖδας ἐάσας,
- καὶ μετὰ φοίνια τόξα καὶ ἠθάδος ἔργα κυδοιμοῦ
- ὄργια νυκτιχόρευτα διδασκέσθω Διονύσου,
- βάρβαρα δινεύων ἐπιλήνια βόστρυχα χαίτης.
- δυσμενέων δὲ κάρηνα κομίσσατε σύμβολα νίκης
- Τμῶλον ἐς ἠνεμόεντα, πεπαρμένα μάρτυρι θύρσῳ.
- πολλὰς δʼ ἐκ πολέμοιο μεταστήσω στίχας Ἰνδῶν
- ζωγρήσας μετʼ Ἄρηα, παρὰ προπύλαια δὲ Λυδῶν