Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οἶδα, πόθεν κτύπος οὗτος· ἀειδομένῃ τάχα Θήβῃ
  2. Πινδαρέης φόρμιγγος ἐπέκτυπε Δώριος ἠχώ.
  3. ἀλλὰ πάλιν κτείνωμεν Ἐρυθραίων γένος Ἰνδῶν·
  4. οὔ ποτε γὰρ μόθον ἄλλον ὁμοίιον ἔδρακεν αἰὼν
  5. Ἠῴου πρὸ μόθοιο, καὶ οὐ μετὰ φύλοπιν Ἰνδῶν
  6. ἄλλην ὀψιτέλεστον ἰσόρροπον εἶδεν Ἐνυώ,
  7. οὐδὲ τόσος στρατὸς ἦλθεν ἐς Ἴλιον, οὐ στόλος ἀνδρῶν
  8. τηλίκος, ἀλλὰ νέοισι καὶ ἀρχεγόνοισιν ἐρίζων
  9. εὐκαμάτους ἱδρῶτας ἀναστήσω Διονύσου,
  10. κρίνων ἠνορέην τεκέων Διός, ὄφρα νοήσω,
  11. τίς κάμε τοῖον ἀγῶνα, τίς εἵκελος ἔπλετο βάκχου.
  12. Περσεὺς μὲν ταχύγουνος, ἐύπτερον ἴχνος ἐλίσσων,
  13. ἀγχινεφῆ δρόμον εἶχεν ἐν ἠέρι πεζός ὁδίτης,
  14. εἰ ἐτεὸν πεπότητο. τί δὲ πλέον, εἰ σφυρὰ πάλλων
  15. ξείνην εἰρεσίην ἀνεμώδεϊ νήχετο ταρσῷ,
  16. ὅττι βαθυνομένης παλάμης ληίστορι καρτῷ
  17. Φορκίδος ἀγρύπνοιο λαβὼν ὀφθαλμὸν ἀλήτην,
  18. ἄψοφον ἀκροπόρων πεφυλαγμένος ἄλμα πεδίλων,
  19. ὄγμον ἐχιδνήεντα μιῆς ἤμησε Μεδούσης,
  20. ἦς ἔτι κυμαίνουσα γοναῖς ἐθλίβετο γαστὴρ