Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰκοστὸν κατὰ πέμπτον ἔχεις Περσῆος ἀγῶνα καὶ κρίσιν Ἡρακλῆος ἐς ἠνορέην Διονύσου.
  2. Μοῦσα, πάλιν πολέμιζε σοφὸν μόθον ἔμφρονι θύρσῳ·
  3. οὔ πω γὰρ γόνυ δοῦλον ὑποκλίνων Διονύσῳ
  4. φύλοπιν ἑπταέτηρον Ἑώιος εὔνασεν Ἄρης·
  5. ἀλλὰ δρακοντείοιο τεθηπότες ἄκρα γενείου
  6. Ἰνδῴης πλατάνοιο πάλιν κλάζουσι νεοσσοί,
  7. Βακχείου πολέμοιο προμάντιες. οὐ μὲν ἀείσω
  8. πρώτους ἓξ λυκάβαντας, ὅτε στρατὸς ἔνδοθι πύργων
  9. Ἰνδὸς ἔην· τελέσας δὲ τύπον μιμηλὸν Ὁμήρου
  10. ὕστατον ὑμνήσω πολέμων ἔτος, ἑβδομάτης δὲ
  11. ὑσμίνην ἰσάριθμον ἐμῆς στρουθοῖο χαράξω·
  12. Θήβῃ δʼ ἑπταπύλῳ κεράσω μέλος, ὅττι καὶ αὐτὴ
  13. ἀμφʼ ἐμὲ βακχευθεῖσα περιτρέχει, οἷα δὲ νύμφη
  14. μαζὸν ἑὸν γύμνωσε κατηφέος ὑψόθι πέπλου,
  15. μνησαμένη Πενθῆος· ἐποτρύνων δέ με μέλπειν
  16. πενθαλέην ἕο χεῖρα γέρων ὤρεξε Κιθαιρὼν
  17. αἰδόμενος, μὴ λέκτρον ἀθέσμιον ἠὲ βοήσω
  18. πατροφόνον πόσιν υἷα παρευνάζοντα τεκούσῃ.
  19. Ἀονίης ἀίω κιθάρης κτύπον· εἴπατε, Μοῦσαι,
  20. τίς πάλιν Ἀμφίων λίθον ἄπνοον εἰς δρόμον ἕλκει;