Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἠέλιον καὶ λύχνον ἀναγκαίην τε Σελήνην.
  2. οὐ χορὸν ὠρχήσαντο χορίτιδες Ὀρχομενοῖο
  3. ἀμφίπολοι Πασιθέη κλωστῆρα, καὶ εἰροκόμος πέλε Πειθώ,
  4. Πασιθέη κλωστῆρα, καὶ εἰροκόμος πέλε Πειθώ,
  5. καὶ μίτον Ἀγλαϊη καὶ νήματα δῶκεν ἀνάσσῃ.
  6. καὶ μερόπων ἀλάλητο γάμων βίος· ἁρμονίην δὲ
  7. ἔστενεν ἀχρήιστον ἀνυμφεύτων ὑμεναίων
  8. ἡνίοχος βιότοιο γέρων δεδονημένος Αἰών·
  9. καὶ φλογερὴν ἀγέραστος Ἔρως ἀνελύσατο νευρήν,
  10. παπταίνων ἀλόχευτον ἀνήροτον αὔλακα κόσμου.
  11. οὐ τότε φορμίγγων ἐρόεις κτύπος, οὐ τότε σύριγξ,
  12. οὐ λιγὺς αὐλὸς ἔμελπεν Ὑμὴν Ὑμέναιε λιγαίνων·
  13. ἀλλὰ βίου μινύθοντος ἱμασσομένης τε γενέθλης
  14. συζυγίης ἀλύτοιο μετωχλίσθησαν ὀχῆες.
  15. καὶ Παφίην φιλόμοχθον ἴδεν ταλαεργὸς Ἀθήνη,
  16. καὶ χόλον εἶχε γέλωτι μεμιγμένον, ὡς ἴδε μακρὴν
  17. τρηχαλέην μήρινθον ἀπειροπόνου Κυθερείης·
  18. ἀθανάτοις δʼ ἤγγειλε· βαρυζήλῳ δὲ μενοινῇ
  19. ἔννεπε, μεμφομένη καὶ Κύπριδι καὶ γενετῆρι·
  20. σὴ δόσις ἀλλοπρόσαλλος ἀμείβεται, οὐράνιε Ζεῦ·