Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τερπνὸν ἀσιγήτοισι μεμηλότα μῦθον Ἀθήναις,
  2. ἱστοπόνον Κυθέρειαν ἐριδμαίνουσαν Ἀθήνῃ.
  3. αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο Κύπριν ἀείδειν,
  4. ὥς ποτε κέντρον ἔχουσα φιληλακάτοιο μερίμνης
  5. χερσὶν ἀπειρήτοισι μετήιεν ἱστὸν Ἀθήνης,
  6. κερκίδα κουφίζουσα καὶ οὐκέτι κεστὸν Ἐρώτων.
  7. καὶ Παφίης τετάνυστο παχὺς μίτος, οἷά τε μακρὴ
  8. οἰσυΐνη μήρινθος ἐύστροφος, ἥν τινι τέχνῃ
  9. ὁλκοῖς μηκεδανοῖσι γέρων ἐρράψατο τέκτων,
  10. φράξας ἀρτιτέλεστα σεσηρότα δούρατα νηῶν·
  11. ἡ δὲ πανημερίη καὶ παννυχίη πέλας ἱστοῦ
  12. Παλλάδος ἔργον ἔτευχε παλίλλυτον, ἀλλοτρίῳ δὲ
  13. ἀτρίπτους ἕο χεῖρας ἀήθεϊ τείρετο μόχθῳ·
  14. καὶ κτενὶ πουλυόδοντι διαξύουσα χιτῶνα
  15. καὶ λίθον ὀρχηστῆρα περικρεμάσασα μεσάκμῳ
  16. κερκίδι πέπλον ὕφαινε, καὶ ἔπλετο Κύπρις Ἀθήνη·
  17. καὶ πόνος ᾖν ἀγέλαστος· ὑφαινομένοιο δὲ πέπλου
  18. εὐρυτενὴς ὠγκοῦτο πέλωρ μίτος· αὐτόματοι δὲ
  19. στήμονες ἐρρήγνυντο παχυνομένοιο χιτῶνος·
  20. εἶχε δὲ διχθαδίοισι πόνοις ἐπιμάρτυρα τέχνης