Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ πτελέην τόξευεν· ὁ δὲ σκοπὸν εἶχεν ἐλαίην·
  2. καὶ πίτυν ἄλλος ἔβαλλε· πολὺς δʼ ἐπὶ γείτονα πεύκην
  3. πεμπομένων σύριζεν ἐν ἠέρι ῥοῖζος ὀιστῶν.
  4. τοῖσι μὲν ἔβρεμε κῶμος ὀρίκτυπος. ἀχνύμενος δὲ
  5. Δηριάδῃ βασιλῆι δυσάγγελος ἵκετο Θουρεύς,
  6. δάκρυσιν ἀφθόγγοισιν ἀπαγγέλλων φόνον Ἰνδῶν,
  7. καὶ μόγις ἐκ στομάτων ἀνενείκατο πενθάδα φωνήν·
  8. Δηριάδη σκηπτοῦχε, θεηγενὲς ἔρνος Ἐνυοῦς,
  9. ᾔομεν, ὡς ἐκέλευσας, ἐς ἀντιπέραιαν ἐρίπνην,
  10. εὕρομεν ἐν βήσσῃσιν ἐρημάδα γείτονα λόχμην·
  11. κεῖθι λόχον στήσαντες ἐμίμνομεν, εἰσόκεν ἔλθῃ
  12. θυρσομανὴς Διόνυσος· ἐπερχομένοιο δὲ Βάκχου
  13. αὐλὸς ἐπεσμαράγησεν, ἀδεψήτου δὲ βοείης
  14. τυπτομένης ἑκάτερθεν ἔην χαλκόκροτος ἠχὼ
  15. καὶ καναχὴ σύριγγος· ὅλη δʼ ἐλελίζετο λόχμη
  16. καὶ δρύες ἐφθέγξαντο καὶ ὠρχήσαντο κολῶναι·
  17. νηιάδες δʼ ὀλόλυξαν. ἐγὼ δʼ ἐκόρυσσα μαχητάς,
  18. ὀκναλέους, τρομέοντας, ἀπειθέας εἰς μόθον ἕλκων.
  19. καὶ θεός, ὃν καλέουσιν, ἀκαχμένα θύρσα τινάσσων,
  20. οὐτιδανοῖς πετάλοισιν ὀιστεύων γένος Ἰνδῶν,