Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αἰετὸς ἡγεμόνευε διʼ οὔρεος ἀντίτυπος Ζεύς,
  2. φειδομένοις ὀνύχεσσι μετάρσιον υἷα κομίζων,
  3. Αἰακὸν ἠερίῃ πεφορημένον ὕψι κελεύθῳ.
  4. Ἰνδώῃ δʼ ἐχόρευον ἐπισκαίροντες ἐρίπνῃ,
  5. καὶ σκοπέλους ἐδίωκον, ἐναυλίζοντο δὲ λόχμαις,
  6. καὶ κλισίας πήξαντες ἐς ἠρέμα δάσκιον ὕλην---
  7. οἱ δὲ τανυκραίρων ἐλάφων κεμαδοσσόον ἄγρην
  8. εἶχον ἅμα σκυλάκεσσιν· Ἁμαδρυάδεσσι δὲ Νύμφαις
  9. Ὑδριάδες μίσγοντο φιλοπτόρθου Διονύσου.
  10. Βασσαρίδων δὲ φάλαγγες Ἐρυθραίῃ παρὰ λόχμῃ
  11. σκύμνον ὀρεσσαύλοιο τιθηνήσαντο λεαίνης,
  12. αὐτοχύτου δὲ γάλακτος ἀνέβλυον ἰκμάδα μαζοί·
  13. ἄλλη ἐχιδναίοιο πόθον μεθέπουσα κορύμβου
  14. ἰοβόλων μάστευε διʼ οὔρεος ἄντρα δρακόντων,
  15. θηροσύνην δʼ ἀνέφαινεν· ἀκοντιστῆρι δὲ θύρσῳ
  16. ἡ μὲν νεβρὸν ἔβαλλεν ἀελλόπον· ἡ δέ λαθοῦσα
  17. ἅλματι λυσσήεντι κατέδραμε λυσσάδος ἄρκτου·
  18. ἡ δὲ μελαρρίνων ῥαχίης ἐδράξατο θηρῶν
  19. καὶ λοφίης ἐπέβαινεν ὀρεσσινόμων ἐλεφάντων.
  20. καί τις ὀιστοβόλων βέλος ἥρμοσε κυκλάδι νευρῇ