Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- εἰκοστὸν δὲ τέταρτον ἔχει γόον ἄσπετον Ἰνδῶν κερκίδα θʼ ἱστοπόνοιο καὶ ἠλακάτην Ἀφροδίτης.
- Ζεὺς δὲ πατὴρ κοτέοντος ἀπέτραπε παιδὸς ἀπειλήν,
- δοῦπον ὁμοπλεκέων νεφέων βρονταῖον ἱμάσσων·
- καὶ χόλον ἐπρήυνεν ἀτέρμονος Ὠκεανοῖο,
- ὑσμίνην φλογόεσσαν ἐρητύων Διονύσου.
- Ἥρη δʼ ἐσμαράγησε διʼ ἠέρος ἄπλετον ἠχώ,
- μῆνιν ἀναστέλλουσα πυρισθενέος Διονύσου.
- καὶ διερὴν παλάμην ὀρέγων οἰκτίρμονι Βάκχῳ
- παιδὶ Διὸς πυρόεντι γέρων ἰάχησεν Ὑδάσπης,
- μῦθον ἀναβλύζων ἱκετήσιον ἀνθερεῶνος·
- φείδεό μοι, Διόνυσε, διιπετέος ποταμοῖο,
- ὕδασι καρποτόκοισι φέρων χάριν· ὑμετέρη γὰρ
- ἐξ ὑδάτων εὔβοτρυς ἀνεβλάστησεν ὀπώρη.
- ἀασάμην, Διόνυσε πυριτρεφές· οὐρανίην γὰρ
- σῶν δαΐδων ἀμάρυγμα τεὴν κήρυξε γενέθλην.
- ἀλλὰ πόθος τεκέων με βιήσατο· Δηριάδῃ γὰρ
- υἱέι πιστὰ φέρων ῥοθίων ἐλέλιζον ἀπειλήν,
- Ἰνδοῖς κτεινομένοισι βοηθόον οἶδμα κυλίνδων.
- αἰδέομαι γενετῆρι φανήμεναι, ὅττι θαλάσσῃ
- αἵματι μορμύροντι μεμιγμένα χεύματα σύρω