Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- αἰθέρα γυμνώσας διεροῦ πυρός· ὑψιπόρους δὲ
- ἰχθύας ἀστερόεντας ἐμοὺς πάλιν εἰς ἅλα σύρω,
- νηχομένους μετʼ Ὄλυμπον ἐν ὕδασιν. ἔγρεο, Τηθύς,
- ὕδασιν αἰθέρος ἄστρα καλύψομεν, ὄφρα νοήσω
- ταῦρον, ἀκυμάντοιο πάλαι πλωτῆρα θαλάσσης,
- κύμασι λαβροτέροις πεφορημένον ὑγρὸν ὁδίτην,
- Εὐρώπης μετὰ λέκτρον· ὀρινέσθω δὲ καὶ αὐτή,
- δερκομένη κερόεσσαν ἐμὴν ταυρώπιδα μορφήν,
- ταυροφυὴς κερόεσσα βοῶν ἐλάτειρα Σελήνη·
- ἵξομαι ὑψικέλευθος ἐς οὐρανόν, ὄφρα νοήσω
- ἰκμαλέον Κηφῆα καὶ ὑγροχίτωνα Βοώτην,
- ὡς πάρος ἐννοσίγαιος, ὅτε θρασὺς ἀμφὶ Κορίνθου
- ὑγρὸς Ἄρης ἀλάλαζεν ἐς ἀστερόεσσαν Ἐνυώ·
- κρύψω δʼ ἔμπυρον Αἶγα, Διὸς τροφόν, ὑγροπόρῳ δὲ
- ἄρμενον Ὑδροχοῆι χαρίζομαι ἄφθονον ὕδωρ.
- Τηθύς, καὶ σύ, θάλασσα, κορύσσεο· ταυροφυῆ γὰρ
- Ζεὺς νόθον υἷα λόχευσεν, ἵνα ξύμπαντας ὀλέσσῃ
- καὶ ποταμοὺς καί φῶτας ἀμεμφέας· ἀμφότερον δὲ
- Ἰνδοὺς θύρσος ἔπεφνε καὶ ἔφλεγε πυρσὸς Ὑδάσπην.
- ἔννεπε παφλάζων βαθυκύμονος οἴδματι φωνῆς.