Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πολλάκι Βάκτρον Ἄρηα μετήιον, ἀλλὰ ῥεέθροις
  2. οὔ ποτε Μῆδον ὅμιλον ἀπέκτανε Μῆδος Ἀράξης·
  3. Περσικὸς Εὐφρήτης οὐκ ἔκρυφε γείτονα Πέρσην·
  4. πολλάκι μοι παρὰ Ταῦρον ἔην μόθος, ἀλλʼ ἐνὶ χάρμῃ
  5. οὐ Κίλικάς ποτε Κύδνος ἑῷ τυμβεύσατο κόλπῳ
  6. οὐ Τάναϊς χιονῶδες ἄγων πετρούμενον ὕδωρ
  7. γείτονι Σαυρομάτῃ θωρήσσεται, ἀλλὰ κορύσσων
  8. Κόλχοις ἀντιβίοισι χαραδρήεσσαν Ἐνυὼ
  9. πολλάκι παχνήεντι κατεπρήνιξε βελέμνῳ.
  10. Ἠριδανὸς πέλε σεῖο μακάρτερος, ὅττι ῥεέθροις
  11. ἀλλοδαπὸν Φαέθοντα καὶ οὐκ ἔκρυψε πολίτην,
  12. οὐ Γαλάτην ἐκάλυψε καὶ οὐ τάφος ἔπλετο Κελτῷ,
  13. ἀλλὰ φίλοις ναέτῃσι ῥυηφενέων ἀπὸ δένδρων
  14. Ἡλιάδων ἤλεκτρα φεραυγέα δῶρα κυλίνδει·
  15. Ῥῆνος Ἴβηρ βρεφέεσσι κορύσσεται, ἀλλὰ δικάζων,
  16. καὶ κρυφίην ὠδῖνα διασχίζων τοκετοῖο
  17. κτείνει ξεῖνα γένεθλα· σὺ δὲ φθιμένων ναετήρων
  18. κρύπτεις γνήσια τέκνα καὶ οὐ νόθον αἷμα καλύπτεις.
  19. πῶς δύνασαι ποταμοῖσι μιγήμεναι ἠὲ καὶ αὐτῷ
  20. ὠκεανῷ γενέτῃ καὶ Τηθύι, σεῖο τεκούσῃ,