Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αἱμαλέαις λιβάδεσσι φόνου πλημμυρίδα σύρων;
  2. ἅζεο, μὴ νεκύεσσι Ποσειδάωνα μιήνῃς.
  3. σεῖο ῥόος Βρομίοιο κακώτερος, ὅττί με θύρσοις
  4. οὐ κλονέει Διόνυσος, ὅσον κλονέεις με ῥεέθροις.
  5. ὣς εἰπὼν βαρύποτμος ἐδέχνυτο λοίσθιον ὕδωρ.
  6. καὶ πλόος ἦν εὔοπλος· ἐκουφίζοντο δὲ λαοὶ
  7. οἰδαλέοις μελέεσσιν· ἀποφθιμένου δὲ φορῆος
  8. ἡμιφανὴς πλωτῆρι λόφῳ πορθμεύετο πήληξ
  9. δυομένη κατὰ βαιόν· ἐφαλλόμεναι δὲ ῥεέθροις
  10. ἐκταδὸν ἐν ῥοθίοισιν ἅτε πρυμνήσια νηῶν
  11. νηχομένους τελαμῶνας ἐναυτίλλοντο βοεῖαι,
  12. στοιχάδες ἔνθα καὶ ἔνθα· βαρυνόμενον δὲ σιδήρῳ
  13. εἰς βυθὸν ὑγροχίτωνα κατέσπασεν ἀνέρα θώρηξ.
  14. οὐδὲ μόθου Διόνυσος ἑοὺς ἀνέκοψε μαχητάς,
  15. εἰ μὴ πάντας ἔπεφνεν ἑῷ ταμεσίχροϊ θύρσῳ,
  16. καλλείψας ἕνα μοῦνον ὅλων κήρυκα θανόντων·
  17. Θουρέα μοῦνον ἔλειπε θεουδέα μάρτυρα νίκης.
  18. Ἥρη δʼ ὡς ἐνόησε δαϊκταμένων φόνον Ἰνδῶν,
  19. οὐρανόθεν πεπότητο, διʼ ὑψιπόρου δὲ κελεύθου
  20. ἄστατος ἠνεμόεντι κατέγραφεν ἠέρα ταρσῷ.