Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ταρσὸν ἔχων ψαμάθοισι κατάσχετον· ἵστατο δʼ ἄλλος
  2. κνήμης βαλλομένης· ὁ δὲ γούνατος ἄκρα διαίνων
  3. ὑγρὴν αἱμαλέοιο διʼ ὕδατος εἶχεν Ἐνυώ·
  4. ἄλλος ἐνερρίζωτο δεδυκότος ἄχρι γενείου,
  5. καὶ πόδας ᾐώρησε λελουμένον ὦμον ἀείρων,
  6. φεύγων φρικτὰ ῥέεθρα καταΐσσοντα προσώπου·
  7. ἄλλος ἐνὶ προχοῇσιν ὅλον δέμας ἐκ ποδὸς ἄκρου
  8. ἄχρι μέσου στέρνοιο κατάρρυτος, ὃς δὲ διαίνων
  9. ὤμους διχθαδίους, ὁ δὲ βόστρυχον ἄκρον ἐρεύσας
  10. δέχνυτο κυματόεσσαν ἐπαΐσσουσαν ἀπειλήν.
  11. εἰς βυθὸν ἄλλος ἔδυνε διάβροχα χείλεα σείων
  12. ἀνδροφόνον παρὰ χεῦμα σεσηρότος ἀνθερεῶνος.
  13. καί τις ἑοὺς ἑτάρους δεδοκημένος Ἰνδὸς ἀγήνωρ
  14. τοὺς μὲν κτεινομένους δολιχῷ δορί, τοὺς δὲ μαχαίρῃ,
  15. ἄλλον ὀιστευθέντα χαραδρήεντι βελέμνῳ,
  16. τὸν δὲ πολυπλέκτῳ δεδαϊγμένον ὀξέι θύρσῳ,
  17. Θουρέι νεκρὸν ὅμιλον ἐδείκνυεν, ἀχνύμενος δὲ
  18. τίλλε κόμην, φλογερῷ δὲ χόλου βακχεύετο πυρσῷ,
  19. σφίγγων καρχαρόδοντι μεμυκότα χείλεα δεσμῷ·
  20. καὶ ταχὺς αὐτοφόνον μιμούμενος Ἰνδὸν Ὀρόντην,