Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. νήχετο δαιδαλέης ὑπὲρ ἀσπίδος οἴδματα τέμνων,
  2. νηχομένων κεράιξε μετάφρενον· εἰ δέ τις Ἰνδῶν
  3. ἡμιφανὴς πολέμιζεν ἐπʼ ἰλύι ταρσὸν ἐρείσας,
  4. θύρσῳ στῆθος ἔτυψεν ἣ αὐχένα, κύματα τέμνων,
  5. δυομένων· βυθίων γὰρ ἐπίστατο κόλπον ἐναύλων,
  6. ἐξ ὅτε μιν φεύγοντα μόθον δασπλῆτα Λυκούργου
  7. δώματι κυμαίνοντι γέρων ὑπεδέξατο Νηρεύς.
  8. πολλοὶ δʼ ἔνθα καὶ ἔνθα περικλείοντο ῥεέθρῳ,
  9. υἷα Διὸς τρομέοντες ὀρίδρομον, ὧν ὁ μὲν αὐτῶν
  10. ὄρθιος ἰλυόεντι πόδας σφηκώσατο πηλῷ,
  11. αὐτοπαγὴς δʼ ἀτίνακτος ἀπʼ ἰξύος ἄχρι καρήνου
  12. ἡμιφανὴς ἀνέτελλε καλυπτομένην πτύχα μηροῦ·
  13. καὶ Βρομίῳ πολέμιζεν ἐν ὕδασι μᾶλλον ἀρούρης
  14. ἀμφοτέραις παλάμαις διδυμάονα δούρατα πάλλων·
  15. καὶ τὸ μὲν αἰχμάζεσκεν ἐς ᾐόνας ὑψόσε πέμπων,
  16. Αἰακὸν ἀντικέλευθον ἔχων σκοπόν, ἄλλο δὲ σείσας
  17. ἔγχος ἀνουτήτοιο κατηκόντιζε Λυαίου.
  18. καί τις ἐνεστήρικτο μέσον κενεῶνα καλύπτων,
  19. ὃς δὲ φυγεῖν οὐχ εὗρε, τετυμμένος ὀξέι θύρσῳ,
  20. ἴχνια πηλώεντι φέρων πεπεδημένα δεσμῷ,