Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ νέκυν ἔστενε παῖδα πυρὸς ταμίης Ὑπερίων,
  2. οὐδὲ χάριν Φαέθοντος ἐμῷ πολέμιζε τοκῆι,
  3. οὐ πυρὶ πῦρ ἀνάειρε, καὶ εἰ πυρὸς ἡγεμονεύει.
  4. εἰ χάριν ὑμετέρου μεγαλίζεαι Ὠκεανοῖο,
  5. Ἠριδανὸν σκοπίαζε Διὸς πληγέντα βελέμνῳ,
  6. ὑμέτερον πυρίκαυτον ἀδελφεόν· αἰνοπαθὴς δὲ
  7. σὸς διερὸς προπάτωρ, μιτρούμενος ἄντυγι κόσμου,
  8. χεύμασι τοσσατίοισι χέων γαιήοχον ὕδωρ,
  9. υἱὸν ἴδε φλεχθέντα, καὶ οὐ πολέμιζεν Ὀλύμπῳ,
  10. οὐ προχοαῖς ἐρίδαινε πυριγλώχινι κεραυνῷ.
  11. ἀλλὰ τεῶν ὑδάτων ἔτι φείδεο, μή σε νοήσω
  12. Ἠριδανῷ φλεχθέντι κεκαυμένον ἶσον Ὑδάσπην.
  13. ὣς φαμένῳ βαρύδουπος ἐχώσατο μᾶλλον Ὑδάσπης
  14. κύμασι λαβροτέροισι χέων ὑψίδρομον ὕδωρ.
  15. καί νύ κεν ἔκρυφε πᾶσαν ἀβακχεύτων στίχα Βάκχων,
  16. εἰ μὴ Βάκχος ἄμυνεν, ἀπʼ ἀγχιπόροιο δὲ λόχμης
  17. πυρσοτόκον νάρθηκα λαβὼν ἀντώπιον Ἠοῦς
  18. ἠελίῳ θέρμηνεν· ἐριφλεγέος δὲ κορύμβου
  19. αὐτογόνῳ σπινθῆρι λοχεύετο δουράτεον πῦρ·
  20. καὶ προχοαῖς φλόγα ῥῖψεν· ἀπειλητῆρι δὲ δαλῷ