Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- οἴδματι παφλάζοντι καταθρῴσκων Διονύσου.
- οὐχ οὕτω Σιμόεντος Ἀρειμανὲς ἔβρεμεν ὕδωρ,
- οὐχ οὕτω ῥόος ἔσκεν ἐγερσιμόθοιο Καμάνδρου
- χεύματι κυματόεντι κατακλύζων Ἀχιλῆα,
- ὡς τότε Βακχείην στρατιὴν ἐδίωξεν Ὑδάσπης.
- καὶ ποταμῷ Διόνυσος ἀνήρυγε θυιάδα φωνήν·
- τί κλονέεις Διὸς υἷα, Διιπετές; ἢν ἐθελήσω,
- τερσαίνει σέο χεῦμα πατὴρ ἐμός, ὑέτιος Ζεύς.
- ἐκ νεφέων βλάστησας ἐμοῦ Κρονίδαο τοκῆος,
- καὶ νεφεληγερέταο Διὸς βλάστημα διώκεις;
- πατρὸς ἐμοῦ πεφύλαξο βέλος λοχίοιο κεραυνοῦ,
- μὴ στεροπὴν Βρομίοιο γενέθλιον εἰς σὲ κορύσσῃ·
- ἅζεο, μὴ βαρύγουνος, ὅπως Ἀσωπός, ἀκούσῃς·
- σὴν προχοὴν πρήυνον, ἕως ἔτι μῆνιν ἐρύκω.
- ὑδατόεις πυρόεντι κορύσσεαι· οὐ δύνασαι δὲ
- τλήμεναι αἰθαλόεντος ἔνα σπινθῆρα κεραυνοῦ.
- εἰ δὲ μέγα φρονέεις χάριν Ἀστερίης σέο νύμφης,
- ἣ λάχεν αἰθερίης Ὑπερίονος αἷμα γενέθλης,
- ἠελίου θρασὺν υἷα, πυρώδεος ἡνιοχῆος,
- οὐρανὸν ἱππεύοντα πατὴρ ἐμὸς ἔφλεγε πυρσῷ,