Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐ βέλεος πτερόεντος· ἐπασσυτέρῃσι δὲ ῥιπαῖς
  2. κυανέης ἤμησε σιδήρεα λήια χάρμης
  3. κραιπνὸς ἀνὴρ καὶ πᾶσιν ἐμάρνατο, τοὺς μὲν ἐπʼ ὄχθαις,
  4. τοὺς δὲ κάτω ποταμοῖο μαχήμονι χειρὶ δαΐζων·
  5. καὶ νεκύων ἔπλησεν ὅλον ῥόον· ὀλλυμένων δὲ
  6. αἵματι μορμύρων ἐρυθαίνετο λευκὸς Ὑδάσπης.
  7. καί τις ἀνήρ προμάχοιο φυγὼν ἀνεμώδεα ῥιπὴν
  8. κύμβαχος αὐτοκύλιστος ἐπωλίσθησε ῥεέθρῳ,
  9. καὶ πολὺς ἀρτιδάικτος ἀκοντιστῆρι σιδήρῳ
  10. σύρετο κυματόεντι νέκυς πεφορημένος ὁλκῷ
  11. οἰδαλέοις μελέεσσιν· ὑποβρυχίοιο δὲ λύθρου
  12. νηιάδες λούσαντο δαφοινήεντι ῥεέθρῳ,
  13. καὶ φονίαις λιβάδεσσιν ἐφοινίχθη μέλαν ὕδωρ.
  14. πολλοὶ δʼ ἐν προχοῇσιν ἀπορρίψαντες ἀκωκὴν
  15. ἱκεσίην ἀνέφαινον ἀτευχέες, ὅς μὲν ἐπʼ ὄχθαις,
  16. ὃς δὲ παρὰ ψαμάθοις τετανυσμένος, ὅς δʼ ἐπὶ γαίῃ
  17. ὄρθιος ὀκλάζων, κυρτούμενον αὐχένα κάμπτων·
  18. ἀλλὰ λιτὰς ἀπέειπεν ἄνω νεύοντι προσώπῳ
  19. Αἰακὸς ἀντιβίοισιν ἀκαμπέα μῆνιν ἀέξων·
  20. αἰχμητὴν δʼ ἀσίδηρον ἔτι ψαύοντα λιτάων