Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἁλλόμενοι σπινθῆρες ἀρασσομένοιο σιδήρου,
  2. ἠέρα θερμαίνοντες, ἀμοιβαίῃσι δὲ ῥιπαῖς
  3. ὅς μὲν ἔην προκέλευθος, ὁ δὲ σχεδόν, ἅλλος ὀρούσας
  4. ἄλλον ἔτι θρῴσκοντα κιχάνεται αἴθοπι παλμῷ·
  5. ὣς ὅ γε τοξεύων στρατιὴν ἀντώπιον Ἰνδῶν
  6. μαρναμένων ἐκέδασσεν ἀλωφήτων ἀπὸ τόξων,
  7. κτείνων ἄλλοθεν ἄλλον ἐπασσυτέροισι βελέμνοις.
  8. μεσσατίης δὲ φάλαγγος ἀλευαμένης νέφος ἰῶν
  9. χῶρος ἐγυμνώθη, κεραῆς ἴνδαλμα Σελήνης,
  10. ἀμφιφαής ὅτε βαιὸν ἀποστίλβουσα κεραίης
  11. ἄκρα διαπλήσασα δύω νεοφεγγέος αἴγλης
  12. κεκλιμέναις ἀκτῖσι μέσον κύκλοιο χαράσσει,
  13. δίζυγι κεκριμένῳ μαλακῷ πυρί· μεσσατίης δὲ
  14. γυμνὰ χαρασσομένης ἔτι φαίνετο κύκλα Σελήνης.
  15. οὐδὲ μάχης ἀπέληγε συναιχμάζων Διονύσῳ
  16. Αἰακὸς ἀπτοίητος, ἐβακχεύθη δὲ κυδοιμῷ
  17. κτείνων ἔνθα καὶ ἔνθα· καὶ ἐκ πεδίοιο διώκων
  18. εἰς προχοὰς ποταμοῖο μετήγαγε λαὸν ἀλήτην.
  19. συμφερτοὶ δʼ ἕνα μοῦνον ἐκυκλώσαντο μαχηταὶ
  20. τυπτόμενον ξιφέεσσι καὶ οὐκ ἀλέγοντα μαχαίρης,