Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Φλειὼ δʼ εὐρυτέρῃσι κατέγραφε ταρσὸν ἀκάνθαις
- αἰνομανής· Ἐρίφη δὲ συνέμπορος Εἰραφιώτῃ
- δραξαμένη μέσσοιο δασύτριχος ἀνθερεῶνος
- ἄνδρα βαλεῖν μενέαινεν ἐπὶ χθονί· μαρναμένη δὲ
- Βακχείης Φασύλεια κυβερνήτειρα χορείης
- δυσμενέος κενεῶνα κατέγραφεν ὀξέι κέντρῳ·
- καὶ Θεόπη κεκόρυστο, τιθηνήτειρα Λυαίου,
- ῥινοτόρῳ νάρθηκι· δέμας δʼ ἤρασσε Λυκούργου
- καὶ Βρομίη Βρομίοιο φερώνυμος· αἷς ἅμα Νύμφη
- Κισσηὶς φιλόβοτρυς ἐμάστιεν ἀνέρα κισσῷ.
- καὶ πολέμῳ δρυόεντι βιαζομένου Λυκοόργου
- πῆμα φάνη πάλιν ἄλλο κακώτερον· Ἀρραβίῃ γὰρ
- πόντιον ἐννοσίγαιον ὀρεστιὰς ὥπλισε Ῥείη,
- σχιζομένων καναχηδὸν ἀκοντιστῆρα θεμέθλων·
- καὶ δαπέδου βαθύκολπον ἀπεστυφέλιξεν ὀχῆα
- αἰχμάζων τριόδοντι θαλασσομέδων ἐνοσίχθων,
- ἐνδομύχοις ἀνέμοισιν ἱμασσομένων κενεώνων,
- γειοπόνοις ἀνέμοισιν, ἐπεὶ νωμήτορι παλμῷ
- χάσματα κοιλαίνουσι σεσηρότα φωλάδες αὖραι·
- Ἀρραβίης δʼ ἀτίνακτος ἐσείετο κόλπος ἀρούρης,