Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀγχινεφῆ δὲ μέλαθρα τινάκτορι λύετο παλμῷ·
  2. καὶ δρύες εἰς χθόνα πῖπτον, ἀρασσόμενος δὲ τριαίνῃ
  3. Νύσιος ἀμφιέλικτος Ἄραψ ὠρχήσατο πυθμήν·
  4. καὶ πτελέη χθονὶ κεῖτο, κόμην δʼ ἐκονίσσατο δάφνη,
  5. καὶ πίτυς αὐτόρριζος ἐκέκλιτο γείτονι πεύκῃ.
  6. ὄφρα μὲν ἐννοσίγαιος, ὑπὸ χθόνα λάβρος ἀήτης,
  7. νερτερίων κευθμῶνα μετερρίζωσεν ἐναύλων,
  8. τόφρα πέλεν κακὸν ἄλλο νεώτερον· ὑλονόμοι γὰρ
  9. θεινόμεναι μάστιγι δρακοντοκόμοιο Μεγαίρης
  10. Νυσιάδες ταυρηδὸν ἐμυκήσαντο γυναῖκες,
  11. σφωιτέρων τεκέων δηλήμονες· ἐσσυμένη δὲ
  12. ἡ μὲν ἀνηκόντιζεν ἐς ἠέρα κοῦρον ἀλήτην
  13. ἠερόθεν προκάρηνον ὀλισθήσαντα κονίῃ,
  14. ἡ δὲ φίλον βρέφος εἷλκε, καὶ οὐκ ἐμνήσατο μαζοῦ·
  15. ἄλλη παιδοφόνῳ παλάμην φοίνιξε σιδήρῳ
  16. υἱέα δαιτρεύσασα, καὶ ἔπλετο μαινὰς Ἀγαύη.
  17. καὶ σφετέροις τεκέεσσιν ἐπέδραμον, ἀρτιτόκους δὲ
  18. υἱέας, οὓς ἐλόχευσαν, ἐμιστύλλοντο μαχαίρῃ---
  19. [*](Marcellus would transpose to follow xvii. 167.) ἄλλος ὑποπτήσσων μανιώδεα Πανὸς ἱμάσθλην
  20. εἰς ἐνοπὴν ἄγραυλον Ἄραψ βακχεύετο ποιμήν.