Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰσὶ νόθοι ταῦροί τε καὶ ἀνέρες· ἀμφότερον γὰρ
  2. καὶ βοὸς εἶδος ἔχουσι καὶ ἀνδρομέοιο προσώπου.
  3. ἔννεπε, καὶ πολέμοιο προάγγελα σήματα φαίνων
  4. ἀσπίδα ποικιλόνωτον ἀφειδέι τύψε μαχαίρῃ
  5. μεσσοφανῆ περίκυκλον ἐς ὀμφαλόν· ἐκ δὲ βοείης
  6. χαλκὸς ἀρασσομένης ἐπεβόμβεε λοίγιον ἠχώ.
  7. καὶ βλοσυρῷ βασιλῆι τεθηπότα χείλεα λύσας
  8. ἀγγελίην Βρομίοιο ταχύδρομος ἔννεπε κῆρυξ·
  9. Δηριάδη, σκηπτοῦχε, θεὸς Διόνυσος ἀνώγει
  10. Ἰνδοὺς δεχνυμένους λαθικηδέος οἶνον ὀπώρης
  11. σπένδειν ἀθανάτοισι, δίχα πτολέμων, δίχα μόχθων·
  12. εἰ δέ κε μὴ δέξαιντο, κορύσσεται, εἰσόκε θύρσοις
  13. Βασσαρίδων γόνυ δοῦλον ὑποκλίνειεν Ὑδάσπης.
  14. ἀγγελίης ἤκουσας ἀληθέος· εἰπὲ καὶ αὐτὸς
  15. εἰρομένῳ τινὰ μῦθον, ἵνʼ ἀγγείλω Διονύσῳ.
  16. ὣς φαμένου σκηπτοῦχος ἀνήρυγε λυσσάδα φωνήν·
  17. ὦ πόποι, οἷον ἔπος θρασὺς ἔννεπεν ἀνδρόμεος θήρ.
  18. αἰδέομαι κήρυκα μαχήμονι χειρὶ δαμάσσαι,
  19. οὐ δόρυ θοῦρον ἔχοντα καὶ οὐ ψαύοντα βοείης.
  20. ἔκλυον, ὅσσα μόγησε τεὸς πρόμος· ἔκλυε Γάγγης