Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ὄφρα μὲν ἄμφεπε Βάκχος ἁλίτροφα δεῖπνα τραπέζης,
- τόφρα δὲ Καυκασίοιο διʼ οὔρεος εἰς πόλιν Ἰνδῶν
- οἰνοφύτου Βρομίοιο ποδήνεμος ἵκετο κῆρυξ
- ταυροφυής, νόθον εἶδος ἔχων κεραελκέι μορφῇ,
- ἀντίτυπον μίμημα Σεληναίῃσι κεραίαις,
- αἰγὸς ὀρεσσινόμοιο περὶ χροῒ δέρμα συνάψας,
- αὐχενίῃ κληῖδι καθειμένον ἐξ ἑνὸς ὤμου,
- δεξιτεροῦ πλευροῖο κατήορον εἰς πτύχα μηροῦ,
- ἀμφοτέρης ἑκάτερθε παρηίδος οὔατα σείων,
- ὡς ὄνος οὐατόεις, λάσιος δέμας· ἐκ μεσάτης δὲ
- ἰξύος αὐτοέλικτος ἐσύρετο σύγγονος οὐρή.
- ἀμφὶ δέ μιν γελόωντες ἐπέρρεον αἴθοπες Ἰνδοί,
- εἰσόκεν ἐγγὺς ἵκανεν, ὅπῃ διδυμόζυγι δίφρῳ
- ἑζετο Δηριάδης περιμήκετος, ὄρχαμος ἀνδρῶν,
- ἠλιβάτων στατὸν ἴχνος ἀναστέλλων ἐλεφάντων.
- καὶ Σατύρῳ γελόων φιλοκέρτομον ἴαχε φωνήν·
- οἵους Δηριάδῃ διδυμόχροας ἄνδρας ἰάλλει
- ταυροφυὴς Διόνυσος, ἀθύρματα δηιοτῆτος,
- ἀλλοφυεῖς, οὐ φῶτας ὅλην βροτοειδέα μορφήν,
- θηρῶν εἶδος ἔχοντας, ἐπεὶ διδυμάονι μορφῇ