Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀντὶ Διωνύσοιο μελιρραθάμιγγος ὀπώρης
  2. λύθρον ἐπισπένδοντες ἀβακχεύτῳ Λυκοόργῳ.
  3. καὶ τὰ μὲν ὣς ἤμελλε γέρων χρόνος ὀψὲ τελέσσαι·
  4. Ζεὺς δὲ πατήρ, ἵνα μή τις ἀγηνορέων βροτὸς ἀνὴρ
  5. ἄλλος ἔχων μίμημα δοριθρασέος Λυκοόργου
  6. μῶμον ἀναστήσειεν ἀμωμήτῳ Διονύσῳ,
  7. αἰνομανῆ Λυκόοργον ἐθήκατο τυφλὸν ἀλήτην,
  8. ἄστεος ἀγνώστοιο παλινδίνητον ὁδίτην,
  9. πομπὸν ἀναγκαίης διζήμενον ἀτραπιτοῖο,
  10. πολλάκις αὐτοκέλευθα περιπταίοντα πεδίλοις.
  11. καὶ τὰ κὲν ἐν σκοπέλοισιν. Ἐρυθραίῳ δʼ ἐνὶ πόντῳ
  12. θυγατέρες Νηρῆος ἔσω βαθυκύμονος αὐλῆς
  13. εἰναλίῃ Διόνυσον ἐμειλίξαντο τραπέζῃ·
  14. καὶ Σεμέλης ῥίψασα Διιπετέος φθόνον εὐνῆς,
  15. οἰνοφύτῳ θρασὺν ὕμνον ἀνακρούουσα Λυαίῳ,
  16. μαῖα Διωνύσοιο μελίζετο, ποντιὰς Ἰνώ·
  17. καὶ Βρομίῳ γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων
  18. σύντροφος ἰσοέτηρος ἐῳνοχόει Μελικέρτης.
  19. ὣς ὁ μὲν αὐτόθι μίμνεν ἔσω βαθυκύμονος αὐλῆς
  20. πόντον ἔχων πλατὺν οἶκον, ὑποβρύχιος μετανάστης·