Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τέφρην ἀμπελόεσσαν ἀποσβέσσειε θαλάσσῃ.
  2. λύσατε φάσματα ταῦτα καὶ αἰόλα μάγγανα δεσμῶν·
  3. μάγγανα Νηρεΐδων Ποσιδήια ταῦτα δοκεύω·
  4. λύσατε, καὶ ῥοθίοις με πελάσσατε· μαντιπόλῳ γὰρ
  5. Πρωτέι φαρμακόεντι κορύσσομαι· ἅψατε πεύκην,
  6. ὄφρα μολὼν παρὰ πόντον ἐμῷ ποινήτορι θυμῷ
  7. ξεινοδόκον Βρομίοιο καταφλέξω Μελικέρτην.
  8. εἶπεν ἀπειλείων καὶ Νηρέι καὶ Διονύσῳ---
  9. Ἀρραβίης σχεδὸν ἦλθεν· Ἐνυαλίου δὲ καμόντα
  10. υἱέα δενδρήεντος ἀνεζώγρησε κυδοιμοῦ
  11. Αρεος ἆορ ἔχουσα σιδήρεον, ἀμφὶ δὲ Βάκχαις
  12. δαιμονίης γύμνωσε σελασφόρα νῶτα μαχαίρης,
  13. εἰς φόβον αἰθύσσουσα Κυβηλίδα θῆλυν Ἐνυώ·
  14. ἀμβροσίης δὲ πέτηλα διατμήξασα σιδήρῳ
  15. δεσμοὺς βοτρυόεντας ἀπεσφήκωσε Λυκούργου.
  16. καὶ χθονὸς ἐπρήυνε τινάκτορα κυανοχαίτην
  17. γνωτὸν ἑὸν καὶ Ζῆνα πόσιν καὶ μητέρα Ῥείην,
  18. ῥυσαμένη Λυκόοργον, ὅπως ἐναρίθμιος εἴη
  19. ἀθανάτοις· Ἄραβες δὲ πολυκνίσων ἐπὶ βωμῶν,
  20. ὡς θεόν, υἷα Δρύαντος ἐμειλίξαντο θυηλαῖς,